no image
DDbDP-text
Cancelled Contract of Loan via HGV-meta
Linked by Trismegistos ID
TM 10607.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἡράκλειος ἐτῶν λε φακὸς ῥινὶ μέσηι.
ἔτους τρίτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ξανθικοῦ δεκάτῃ Μεχεὶρ δεκάτῃ
ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Ἡράκλειος
Ἡρακλείους ὡς ἐτῶν τριάκοντα πέντε φακὸς ῥινὶ μέσηι Διονυσίωι Μάρωνος
Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα δύο οὐλὴ καρπῶι χειρὸς δεξιᾶς
καὶ τῇ τούτου γυναικὶ Θασῶτι Ψοίφιος Περσίνῃ ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ
ὀφρύι δεξιᾷ μετὰ κυρίου τοῦ προγεγραμμένου ἀνδρὸς Διονυσίου ἀλλήλων
ἐγγύοις εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς
τετρακοσίας ὀγδοήκοντα ἃς καὶ εἴληφαν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς
ἐξ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τριωβόλου τῆι μνᾷ τὸν μῆνα ἕκαστον. τὸ
δὲ δάνειον τοῦτο τὰς τοῦ ἐπισήμου νομίσματος ἀργυρίου δραχμὰς τετρακοσίας
ὀγδοήκοντα ἀποδότωσαν οἱ δεδανεισμένοι τῶι Ἡρακλείωι ἐν μηνὶ Τῦβι
τοῦ εἰσιόντος τετάρτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ἐὰν δὲ μὴ ἀποδῶσι ἀποτισάτωσαν τὸ μὲν δάνειον ἡμιόλιον, τοὺς δὲ τόκους ἁπλοῦς, τῆς πράξεως τῶι Ἡρακλείωι οὔσης ἐκ τε τῶν δεδανεισμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν ἁπάντων. καὶ Ἡράκλειος Ἡρακλείου δεδάνεικα τὰς προκιμένας ἀργυρίου δραχμὰςτετρακοσίας ὀγδοήκοντα ἐπὶ πᾶσι τοῖς προγεγραμμένοις.
Διονύσιος Μάρωνος Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνή μου Θασῶς Ψοίφιος Περσίνη μετὰ κυρίου ἐμοῦ τοῦ προγεγραμμένου ἀνδρὸς Διονυσίου ἀλλήλων ἔγγυοι εἰς ἔκτεισιν ἔχομεν τὸ δάνειον παρὰ
Ἡρακλέου τοῦ Ἡρακλέους τοῦ προνοοῦντος τῶν Ἡρακλέου
τοῦ Ἡρακλέους τοῦ Ἡρώδου τὰς τοῦ ἐπισήμου νομίσματος
ἀργυρίου δραχμὰς τετρακοσίας ὀγδοήκοντα τόκου ὡς
ἐκ δραχμῆς μιᾶς τριωβόλου τῆι μνᾷ τὸν μῆνα ἕκαστον
ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος τετάρτου
ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθότι πρόκειται. Διονύσιος ὁ προγεγραμμένος γέγραφα καὶ ὑπὲρ τῆς γυναικός
μου Θασῶτος μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι
αὐτῆς κύριος. εἰμὶ ὡς ἐτῶν τεσσαράκοντα δύο οὐλὴ καρπῶι χειρὸς δεξιᾶς. ἔτους τρίτου Τιβερίου Καίσαρος Σεβαστοῦ
Μεχεὶρ δεκάτηι διὰ Ἑρμίου νομογράφου Ὀξυρύγχων Ἀρσινοείτου.
[v]
Δάνος ἀργυρίου δραχμῶν υπ Ἡρακλείου
πρὸς Διονύσιον καὶ τὴν γυναῖκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.