no image
DDbDP-text
Darlehensurkunde des Herakles, Vaters des Strategen, mit anschließender Bankurkunde via HGV-meta
Linked by Trismegistos ID
TM 19654.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ κθ
ἐν τῆι Θαλλοῦ τοῦ Πατεμίτου τοῦ ὑπὲρ Μέμφιν Ἑρμοπολίτου. ἐδάνεισεν Ἡρακλῆς πρεσβύτερος Ἀπολλωνίου μητρὸς
[…] τῶν ἀφʼ Ἑρμοῦπόλεως ἀναγραφόμενος Φρουρίου Ἀπηλιώτου ὡς ἐτῶν ξζ μέσος, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ μετόπῳ μέσῳ ὑπὸ τρίχα Δημητρίᾳ Ἐπιμάχου τοῦ καὶ Ἀφροδισίου
μητρὸς Ταῶτος ὡς ἐτῶν νε μέση, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ ἀντικνημίῳ δεξιῷ
μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Μιγχήους Οὐείβιος ὡς ἐτῶν κδ μέσος, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ ὑπὲρ γόνατος δεξιοῦ, καὶ αὐτῶν τῶν πόλεως ἀναγραφομένων ἔξω Πόλεως Λιβὸς ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου
δραχμὰς χιλίας τριακοσίας , ἃς ἀνείρηται παρὰ τοῦ Ἡρακλήου ἡ Δημητρία διὰ τῆς Ἑρμαίου Ἡφαιστίωνος ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας εἴκοσι
τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Χοίακ, αἳ συναγομένων τόκου δραχμῶν τριακοσίων δέκα δύο γείνονται τόκου καὶ κεφαλαίου δραχμαὶ χίλιαι ἑξακόσιαι δέκα δύο , ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις τῆι Δημητρίᾳ περὶ Θαλλοῦ
ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖς ἀρούραις ἓξ πλήρεσι σπορίμαις καθαραῖς ἀπὸ βασιλικῆς καὶ ἄλλων εἰδῶν. τὰς δὲ τοῦ ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας δέκα δύο ἀποδότω ἡ Δημητρία τῶι Ἡρακλήωι ἢ τοῖς παρʼ αὐτοῦ
ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀργύριον ἀρεστὸν προχωροῦν, οἷον καὶ εἴληφεν. ἐὰν δὲ μὴ ἀποδῷ, εὐθέως ἐξέστω τῶι Ἡρακλήωι ἢ τοῖς
παρʼ αὐτοῦ μετεπιγραφὴν ποιήσασθαι εἰς ἑαυτὸν τῶν προκειμένων ἀρουρῶν ἓξ διὰ τῶν τοῦ Ἑρμοπολίτου καταλοχισμῶν καὶ κτᾶσθαι κυρίως καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν, ὧι τρόπωι ἂν
αἱρῆται, μηδενὸς λόγου ἐξ ὑστέρου καταλειπομένου τῆι ὑποχρέωι Δημητρίᾳ μηδὲ τοῖς παρʼ αὐτῆς περὶ μηδενὸς ἀνήκοντος τῆι ὑποθήκηι τρόπωι μηδενὶ ἢ παρευρέσεως μηδεμιᾶς, ἀλλὰ καὶ τῆς βεβαιώσεως τῆς ὑποθήκης οὔσης αὐτῆι διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν. ἡ συνγραφὴ τοῦ δανείου κυρία. Δημητρία Ἐπιμάχουδεδάνεισμαι παρὰ τοῦ Ἡρακλήου πρεσβυτέρου Ἀπολλωνίου τὰς τοῦ ἀργυρίου
κεφαλαίου δραχμὰς χιλίας τριακοσίας διὰ τῆς Ἑρμέου ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας εἴκοσι τέσσαρας αἳ συναγομένων
τόκου δραχμῶν τριακοσίων δέκα δύο γείνονται τόκου καὶ κεφαλαίου δραχμαὶ χιλίαι ἑξακόσιαι δέκα δύο , ἐφʼ ὑποθήκῃταῖς ὑπαρχούσαις μοι περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖς ἀρούραις
ἓξ πλήρεσισπορίμαις καθαραῖς ἀπὸ βασιλικῆς καὶ ἄλλων εἰδῶν καὶ ἀποδώσω ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτουςΑὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ καὶ βεβαιώσω τὴν ὑποθήκην διὰ παντὸς ὡς πρόκειται. […]…[…] …[…]εκα[…]…α… […] […]απ[…] εὐδοκῶ.
κεχρημάτισται διὰ Ἡφαιστίωνος Διονυσίου γραμματέως δίφρου Θαλλοῦ.
[2]
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Ἁθὺρ ἐνάτῃ καὶ εἰκάδι διαγραφῆς διὰ τῆς Ἑρμαίου τοῦ Ἡφαιστίωνος
ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης Ἡρακλείδης πρεσβύτερος Ἀπολλωνίου Ἑρμοπολίτης
ἀναγραφόμενος Φρουρίου Ἀπηλιώτου Δημητρίᾳ Ἐπιμάχου μητρὸς Ταῶτος τῶν ἀπὸ Θαλλοῦ
μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Μινχήους Οὐείβιος ἐφʼ ὑποθήκῃ ταῖς
ὑπαρχούσαις αὐτῇ γῆς κατοικικῆς ἀρούραις ἓξ περὶ Θαλλοῦ ἐκ τοῦ
Γλαυκίου κλήρου, ἃς καὶ ἀποδώσει ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου
ἔτους Τραιανοῦ Καίσαρος τοῦ Κυρίου ἀκολούθως τῇ ἀναφερομένῃ
διὰ τοῦ ἐν Θαλλοῦ γραφείου συνγραφῇ δανείου ἀργυρίου κεφαλαίου
δραχμὰς χιλίας τριακοσίας γίνονται δραχμαὶ ατ τόκου δραχμιαίου ἑκάστης
μνᾶς κατὰ μῆνα ἕκαστον.
Δημητρία Ἐπιμάχου μητρὸς Ταῶτος τῶν ἀπὸ Θαλλοῦ ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἀνείρημαι τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας τριακοσίας τόκου
δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας εἴκοσι τέσσαρας ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις μοι περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖς ἀρούραις ἓξ καὶ ἀποδώσω ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους Τραϊανοῦ Καίσαρος
τοῦ κυρίου ἀκολούθως τῇ ἀναφερομένῃ διὰ τοῦ ἐν Θαλλοῦ γραφείου συνγραφῇ δανείου ὡς πρόκειται. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ
Σεβαστοῦ Γερμανικοῦ Χύακ νεομηνίᾳ. Μινχῆς Οὐείβιος ἐπιγέγραμμαι τῆς
μητρὸς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.