no image
DDbDP-text
Mutuo di danaro con ipoteca via HGV-meta
Linked by Trismegistos ID
TM 23525.
Each record below describes this same artifact or text from a different angle.
[FrA,ctr]
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀρτεμεισίου Φαμενὼθ κη ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἐδάνεισεν Ἑρμιόνη Εὐδαίμονος ἀστὴ ὡς ἐτῶν ιθ μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς
Εὐδαίμονος Σαραπίωνος τοῦ Διονυσίου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς ἐτῶν ξζ βεβλαμμένου τὸν ἀριστερὸν ὀφθαλμὸν Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολείτιδι ἀναγραφομένῃ ἐπὶ Φρουρίου λιβὸς ὡς ἐτῶν λ οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ πατρὸς
Ὡρίωνος Ἑρμίου ὡς ἐτῶν νδ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς διακοσίας , ἃς ἀνῄρηται ἡ δεδανεισμένη παρὰ τῆς δεδανεικυίης διʼ ἐπιτηρητῶν τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγομένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντι τῇ δεδανεισμένῃ λοιπῷ βίκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργείου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένους ἐκ τῶν αὐτῶν τόπων. γείτονες δὲ ὡς ἡ δεδανεισμένη ὑπηγόρευσεν νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος βορρᾶ κληρονόμων Παθώτου Φίβιος ἀπηλιώτου ὁδὸς λιβὸς Δημητρίας τῆς
καὶ Τερεῦτος Ὡρίωνος· τὸ δὲ δάνειον τὰς τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ὀκτὼ ἀποδότω ἡ δεδανεισμένη τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς πληρωθείσης τῆς διετίας παραχρῆμα ἀργύριον δόκιμον νομιτευόμενον ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως
ἐξέστω τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς μὴ προσδεομένοις ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς, ταξαμένοις τὰ εἰς τὸ ἐνκύκλιον καθήκοντα τέλη ἐπικαταβολὴν ποιήσασθαι
τοῦ ὑποτεθειμένου ὡς πρόκειται βίκου ἑνὸς τετάρτου καὶ κτᾶσθαι αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τοῦτον κυρίως ἀντὶ τῶν ὀφειλομένων καὶ ἐμβατεύειν εἰς αὐτὸν καὶ εἰσοικίζειν καὶ ἐνοικολογεῖν καὶ διαμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτοῦ περιεσόμενα πάντα εἰς τὸ ἴδιον ἔτι δὲ καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ καθʼ ὃν
ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον μηδενὸς τῇ δεδανεισμένῃ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς περὶ τούτου καταλειπομένου λόγου ἢ παρευρέσεως· βεβαιούτω δὲ ἡ δεδανεισμένη τήνδε τὴν ὑποθήκην πάσῃ βεβαίωσει ἀπό τε δημοσίων και ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς ἣν καὶ μὴ ἐξέστω αὐτῇ
πωλεῖν μηδʼ ἑτέροις ὑποτίθεσθαι μηδʼ ἄλλο τι περὶ αὐτῆς κακοτεχνεῖν ὑπεναντίον τούτοις τρόπῳ μηδενὶ ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι· ἐὰν δέ τις κίνδυνος γένηται περὶ τήνδε τὴν ὑποθήκην πᾶσαν ἢ μέρος τρόπῳ ᾡτινιοῦν ἀποδότω ἡ δεδανεισμένη τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς τὰ ὀφειλομένα πάντα καὶ τοῦ ὑπερπεσόντος μετὰ τὴν προθεσμίαν χρόνου τόκον δραχμιαῖον ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον καὶ ἃ ἐὰν ἀπαιτηθῇ ἡ δεδανεικυῖα ὑπὲρ τῆσδε τῆς ὑποθήκης τέλη καὶ ἃς ἐὰν ποιήσηται δαπάνας ὁμοίως σὺν τόκοις ἕκαστα παραχρῆμα γεινομένης αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς τῆς πράξεως παρά
τε τῆς δεδανεισμένης καὶ ἐκ τῆσδε τῆς ὑποθήκης καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ἡ συνγραφὴ κυρία. καὶ συνεχρηματίσθη ἡ δεδανεισμένη ἐπιστειλάντων τῶν τῆς ἐγκτήσεως βιβλιοφυλάκων. Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος μετὰ κυρίου τοῦ ἐμαυτῆς πατρὸς Ὡρίωνος Ἑρμίου δεδάνεισμαι παρὰ Ἑρμιόνης
Εὐδαίμονος ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας , ἃς ἀνῄρημαι διʼ ἐπιτηρητῶν τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγομένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντί μοι λοιπῷ βίκῳ ἑνὶ
τετάρτῳ ἀπὸ ἐλαιουργείου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερθεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένους τῶν αὐτῶν τόπων ἐπὶ ταῖς προκειμέναις γειτνίαις· τούτου τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας
τεσσεράκοντα ὀκτὼ ἀποδώσω πληρωθείσης τῆς διετίας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι τοῖς προγραφεῖσιν. Ἑρμεῖνος Ἡρώδου ἔγραψα τὸ σῶμα τῆς ὑπογραφῆς.
[FrA,ms]
… Ἑρμουπολ
…δ…[…]…ολ
η…[…] τῶν ϛ
…[…] πυροῦ ἀρταβ γ[…]
φι…[…]εγγε[…]
ευ…[…]…οιη το[…]
λα Τβήσει […]
[FrA,ctr]
Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος δεδάνεισμαι καθὼς πρόκιται. Ὡρίων Ἑρμίου ἐπιγέγραμμαι τῆς θυγατρός μου
κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ἑρμιόνη Εὐδαίμονος ἀστὴ εὐδοκῶ. Εὐδαίμων Σαραπίωνος Ἀλθαιέυς ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.
[FrA,ms]
[…]κεφαλαίου
Τβήσει Ὡριωνος
[… 1 line lost …]
[FrA,ctr]
διὰ Εὐδαίμονος Ἑρμαίου κεχρημάτισται ἐπιτηρουμένης τῆς ἀγορανομίας.
[FrB]
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κη.
διαγραφὴ διʼ ἐπιτηρητῶν τραπέζης Ἑρμιόνη Εὐδαίμονος ἀστὴ μετὰ κυρίου τοῦ πατρὸς
Εὐδαίμονος Σαραπίωνος Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίωνος τοῦ Ἑρμίου
μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος ἀναγραφομένη ἐπὶ Φρουρίου λιβὸς
μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Ὡρίωνος Ἑρμίου ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας,
γίνονται ἀργυρίου δραχμαὶ σ ἀκολούθως τῇ ἀνενεχθησομένῃ διʼ ἀγορανομίου ἐν Ἑρμοῦ πόλει συγγραφῇ δανείου ὑποθήκῃ
τοῦ ὑπάρχοντος αὐτῇ λοιποῦ βίκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργείου ἀργοῦ
καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει.
Βησαρίων ὁ καὶ Εὐδαίμων ἐπιτηρητὴς σεσημείωμαι.
Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς
καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολεῖτις ἀναγραφομένη ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου τοῦ πατρὸς
Ὡρίωνος Ἑρμίου ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔχω χρῆσιν
κεφαλαίου ἀργυρίου δραχμὰς διακοσίας, γίνονται ἀργυρίου δραχμαὶ σ ἀκολούθως τῇ ἀνενεχθησομένῃ διʼ ἀγορανομίου ἐν Ἑρμοῦ πόλει δανείου ὑποθήκῃ τοῦ ὑπάρχοντος μοι
λοιποῦ βίκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργείου καὶ καμάρας καὶ αὐλῆς
καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου
κάτω ὡς πρόκειται. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κη. Ἑρμεῖνος
Ἡρώδου ἔγραψα τὸ σῶμα τῆς ὑπογραφῆς. Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος ἔχω ὡς πρόκιται
Ὡρίων Ἑρμίου ἐπιγέγραμμαι
τῆς θυγατρός μου κύριος καὶ
ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης
γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.