Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.2.121r 30. Apr. - 28. Mai 42Tebtynis (Arsinoites)

Abstracts of Contracts via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11964. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] [1,i] […] Μαρεψῆμις Πεσούριος …[…] οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς καὶ Μαρεπκέμις Μαρεπκέμιος ὡς ἐτῶν νδ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ […] […]νομῶν ἢ ὅσων ἐὰν ὦσιν ἀρουρῶν ἐν μιᾷ σφραγῖδι περὶ τῆς αὐτῆς κώμης Τεβτύνεως πρότερον Ἡρακ τοῦ Δημητρίου […] εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ […]α ἐπὶ τὴν ἀποδεδειγμένην δημοσίαν τράπεζαν ὁ Γαλάτης κατʼ ἔτος ἐν μηνὶ Ἀγριππηνήου, τῶν δὲ [1,ii] […]διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς κ καὶ ἀντὶ τῶν τούτων τόκων ἐνοικίσειν αὐτὸν Ὀρσενοῦφιν Ὥρου καὶ τοὺς παρʼ αὐτοῦ καὶ οὓς […] […]κης καὶ μετὰ τὸν χρόνον καὶ τοῦ ἀργυρίου. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ὀννόφρις Μαρσισούχου ὡς ἐτῶν ν οὐλὴ ἀστραγάλῳ ποδὸς δεξιοῦ, τοῦ ἄλλου [1,iii] […] αὐτοῖς πώλοις ὄνον ἄρσενον πῶλον ἄβολον μυόχρουν τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν [1,iv] […] ἀναπόρριφον καὶ ἀπέχειν τὴν τιμὴν καὶ βεβαιοῖ. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Εὔτυχος Εὐτύχου ὡς ἐτῶν νβ οὐλὴ ἀστραγάλῳ ποδὸς δεξιοῦ. τʼ ἄλλʼ ἀκολούθως. [1,v] […] δημοσίου ἐδάφους ἀρουρῶν δ ἤ ὅσων ἐὰν ὦσιν ἐπὶ τῇ μεγάλῃ ὁδῷ νότον πρὸς βορρᾶ μέρος εἰς πυρὸν σπείρειν εἰς τὸ εἰσιὸν γ ἔτος Τιβερίου […]… τιμὴν π…[…]… δραχμῶν … καὶ βεβαιοῦν τὸν Ψενκῆβκιν πάσῃ βεβαιώσει ἀπὸ δὲ ἐκφορίου καὶ παντὸς εἴδους κατὰ μηθὲν [1,vi] […] ἄβολον τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν τὸν Διονύσιον παρὰ τοῦ Πατύνιος τὴν τιμὴν διὰ χειρὸς ἐξ οἴκου [1,vii] […] Πεσουρη Μαρεψήμιος ὡς ἐτῶν δ… οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς τοὺς γ Πέρσας τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύους εἰς ἔκτισιν ἀργυρίου κεφαλαίου δραχμὰς ξη ἐντόκους [1,viii] […] ὡς ἐτῶν […]…[…]…α…δ…[…]αυμη ὡς ἐτῶν λϛ οὐλὴ γόνατι δεξιῷ … Ἡρωὶς μὲν τροφεύειν καὶ θηλάζειν παρʼ ἑαυτῇ τῶι ἰδίωι γάλακτι ἐπὶ ἔτη […]… ὄνομα Θερμουθάριον λαμβάνουσα ἡ Ἡρωὶς παρὰ τοῦ Πατύνιος ἐπὶ μὲν τῶν δύο ἐτῶν τῆς δὲ γαλακτοτροφίας κατὰ μῆνα ἕκαστον εκ […]…[…]…ρ λχ τῆς αὐτῆς κώμης Τεβτύνεως καὶ ελ ροφ… ι καὶ μὴ ἐξέστω οὖν τῇ Ἡρωίδι. τὰ ἄλλʼ ἀκολούθως. [1,ix] […]πρ[…]…χατρη ὡς ἐτῶν οβ οὐλὴ ὑπὲρ …ω… δεξιὸν ἀργυρίουἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ρλϛ ἃς καὶ εἴληφεν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου […] Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται. τὰ ἄλλʼ ἀκολούθως [1,x] […]… χειρὸς ἀριστερᾶς τοῖς δύο Πέρσαις τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύους εἰς ἔκτισιν ἃ τυγχάνει Γαλάτου λεγόμενον κώμης Ταλεὶ τὰ ἐσπαρμένα ὑπὸ τοῦ Χαιρήμωνος ἐν οἷς καί […]… το π… ἀπὸ τοῦ προκειμένου χρόνου ἕως μηνὸς Νέου Σεβαστοῦ τοῦ εἰσιόντος ἔτους φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν τ καὶ ἓξ ἔρια τῶν εἰσιων[…]…α…… Ορ… τοῦ Χαιρήμονος ὡς ἐτῶν οβ οὐλὴ … …… τʼ ἄλλʼ ἀκολούθως. [1,xi] […] πεπρακέναι αὐτῷ ὄνονθήλειαν πῶλον ἄβολον μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὴν τιμὴν καὶ βεβαιοῦν ὑπογραφεὺς Ἁρμιύσιος Ὠρσεῦτος ὡς ἐτῶν μ οὐλὴ πήχει δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [1,xii] […]…αυ…ς προσγενοῦς Λυσιμάχου τοῦ Λυσιμάχου ὡς ἐτῶν […] οὐλὴ μετώπῳ μέσωι ἀφʼ ὧν γεωργοῦσι περὶ Τεβτῦνιν τῆς Τιβερίου Κλαυδίου Καίσαρος […]……ο ὑπὸ τῶν μυρσ…οκ Ἑλληνικ[…]σο…ον υλ καὶ βεβαιώσομεν ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους. τʼ ἄλλʼ ἀκολούθως. [1,xiii] […] πρωτοβόλον μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὴν τιμὴν καὶ βεβαιοῖ. ὑπογραφεὺς Μεαενγ Κρονίωνος ὡς ἐτῶν λη οὐλὴ ὀφρύι δεξιᾷ. τʼ ἄλλʼ ἀκολούθως. [1,xiv] […]λ […] λεγομένου κλήρου κατοικικοῦ ἀρούρας ε ἀπὸ ἀρουρῶν ϛ ἐν μιᾷ σφραγῖδι εἰς ἔτη πέντε ἀπὸ τοῦ δ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ […] καὶ ἀπὸ […] ἀρταβείας τε καὶ ναυβίου καὶ καταφυτείας ὄντων πρὸς τὸν Εὔτυχον, τοῦ δὲ ἀριθμητικοῦ ὄντος πρὸς τὸν Ἀκουσίλαον. ὑπογραφεὺς Ὀννόφρις Πακήβκεως ὡς ἐτῶν λθ οὐλὴ γόνατι δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [2,i] ἐμίσθωσεν Ἀκουσίλαος Κάστωρος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν … οὐλὴ χειρὶ δεξιᾷ Ταμάρρωνι Ἁρυώτου ὡς ἐτῶν μ οὐλὴ ταρσῶι ἀριστερῶι μετὰ κυρίου τοῦ υἱοῦ Εὐτύχου ὡς ἐτῶν κθ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ τὸν ὑπάρχοντα αὐτῶι ἐν τῇ προκειμένῃ κώμῃ ἐν τῶι Ζήνωνος λεγομένῳ κλῆρον κατοικικὸν ἀρουρῶν ε ἀπὸ ἀρουρῶν ϛ ἢ ὅσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι εἰς ἔτη πέντε ἀπὸ τοῦ τετάρτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος εἰς σπορὰν καὶ ἐπισπορὰν οἷς ἐὰν αἱρῆται γένεσι καὶ πυροῦ καὶ κριθῆς καὶ ἀπέχειν τὸν Ἀκουσίλαον παρὰ τῆς Ταμάρρωνος τη…ρυων ἐκφόριον καὶ …ων καὶ επ…τ. τῆς αὐτῆς πενταετίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, τῶν δὲ δημοσίων πάντων τῆς πενταετίας ἀρταβείας τε καὶ ναυβίου καὶ καταφύτων ὄντων πρὸς τὴν Ταμάρωνα, τοῦ δὲ ἀριθμητικοῦ ὄντος πρὸς τὸν Ἀκουσίλαον. ὑπογραφεὺς Ὀννόφρις Πακήβκεως ὡς ἐτῶν λ οὐλὴ γόνατι δεξιῷ. τὰ ἄλλʼ ἀκολούθως. [2,ii] συνγραφῆς τροφίτιδος ἀργυρίου χρυσῶν κα καὶ τὴν ἀποστασίου καὶ πρόπρασιν, καὶ ἐξομολογοῦμεν ἀπομεμερικέναι τῶι προγεγραμμένῳ ἡμῶν υἱῶι Διονυσίωι μετὰ τὴν ἡμῶν τελευτὴν ἀρτίως τὸν ὑπάρχοντά μοι περὶ Θεογονίδα κλῆρον κατοικικὸν ἀρουρῶν η καὶ πρὸς ταύταις ἐπικατεσχημένης γῆς 𐅵 δ ἄρουραν ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ ἀρούρας ὀκτὼ ἥμισυ τέταρτον ἢ ὅσων ἐὰν ὦσι ἐν τέσσαρσι σφραγῖσι, τῆς μὲν πρώτης σφραγῖδος ἀρουρῶν γ πατρικῶν ἀρουρῶν ὧν γείτονες νότου Ψενοσίρεος κλῆρος βορρᾶ Πατύνιος ἀδελφοῦ κλῆρος λιβὸς προσοδικὰ ἐδάφη ἀπηλιώτου γύης δημόσιος, τῆς δὲ δευτέρας σφραγῖδος ἥ ἐστιν ἀρουρῶν β 𐅵 δ ὧν γείτονες καὶ τούτων νότου Θεχνοῦτος τῆς Μάρωνος κλῆρος βορρᾶ υἱῶν Θασῖτος τῆς Ἡρακλήου κλῆρος λιβὸς Ψενοσίριος τοῦΔιονυσίου κλῆρος ἀπηλιώτου Ἡρακλίδου τοῦ Πάπου κλῆρος, τῆς δὲ τρίτης σφραγῖδος ἥ ἐστιν ἀρούρας α νότου καὶ ταύτης Ταμάρωνος τῆς Μάρωνος κλῆρος βορρᾶ υἱῶν Θασῖτος τῆς Ἡρακλίδου κλῆρος λιβὸς Ἀκουσιλάου τοῦ Ἀπολλωνίου κλῆρος ἀπηλιώτου Ψενοσίριος τοῦ Διονυσίου κλῆρος, τῆς δὲ τετάρτης σφραγῖδος αἱ λοιπαὶ ἄρουραι β ὧν γείτονες καὶ τούτων νότου προσοδικὰ ἐδάφη βορρᾶ δημόσιον ἔδαφος λιβὸς Ὀρσεῦτος τοῦ Πετεπμουεῖτος κλῆρος ἀπηλιώτου Ψενοσίριος τοῦ Διονυσίου κλῆρος, καὶ ἀπὸ τοῦ ὑπάρχοντός μοι ἐν Ταλὶ τῆς αὐτῆς μερίδος πατρικὴν οἰκίαν καινὴν δίστεγον ἐν ᾗ κατάγαιον καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότον μέρους, καὶ ἐν τῇ αὐτῇ Ταλὶ ἑτέρας σφραγῖδος ἥμισυ μέρος βίκου ἑνὸς ἡμίσου κοινοῦ καὶ ἀδιαιρέτου ἐν τῇ λεγομένηι Ἀραβάκιος ἐπαύλει, καὶ ὁμοίως τῶι αὐτῶι υἱῶι Διονυσίωι ἐν τῇ Ταλεὶ ἐν ἑτέρᾳ σφραγῖδι ἀπὸ τοῦ ὑπάρχοντος ψιλῶν τόπων βίκους β ἀπὸ βίκων τεσσάρων κοινῶν καὶ ἀδιαιρέτων πρότερον Ἡρακλᾶτος λαξοῦ, καὶ ὁμοίως τῶι αὐτῶι Διονυσίωι καὶ κατὰ τὸ ἥμισυ μέρος ὧν ἐὰν καταλείψω κτηνῶν παντοίων καὶ ἐπιπλόων καὶ ἐνδομενίας καὶ ἐνοφειλομένων πάντων, καὶ ὧν ἐὰν ἀπὸ τοῦ νῦν ἐπικτήσομαι ὑπαρχόντων πάντων μοι ὁμοίως τῶι αὐτῶι υἱῶι Διονυσίωι καθʼ ὃν δήποτε οὖν τρόπον κατὰ τὸ ἥμισυ μέρος. καί ἐστιν ἡ δεδομένη φερνὴ ἀργυρίου δραχμῶν σ καὶ παράφερνα ἄνευ διατιμήσεως ἐνώτιον χρυσοῦν τετάρτων δ καὶ μηνίσκιον χρυσοῦν τετάρτων β καὶ δακτύλιον χρυσοῦν τετάρτων α 𐅵 καὶ δακτύλιον ἀργυροῦν ὁλκῆς ἀσήμου δραχμῶν β καὶ ψελίων ἀργυρῶν ζεῦγος ὁλκῆς ἀσήμου δραχμῶν ιϛ καὶ κλαρίων ἀργυρῶν β ὁλκῆς ἀσήμου δραχμῶν η καὶ σκάφια χαλκᾶ β ὁλκῆς μνῶν ζ καὶ ὑδρίσκας χαλκᾶς β καὶ γυναικεῖα σκεύη κασσιτέρινα ὁλκῆς μνῶν ε καὶ ὑρίσκον ξύλινον καὶ στολὰς γυναικείας β, μιᾶς μὲν βαπτῆς τῆς δὲ δευτέρας λευκῆς, καὶ πάλλια δ συμμίκτοις χρώμασι, καὶ ἐν προσφορᾷ ἄνευ διατιμήσεως … τοῦ εἰσιόντος ἔτους τὴν ὑπάρχουσαν αὐτῇ ἐπικατεσχημένην γῆν ἄρουρας α ἀπὸ ἀρουρῶν β ἢ ὅσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν ἑαυτῆς ἀδελφὸν Χαιρήμωνα περὶ Ταλεὶ ἐν τῷ Λεοντίσκου λεγομένῳ κλήρῳ, ἣν ποιεῖται Πετσῖρις Φαμούνιος μητρὸς Ταώπιος ὡς ἐτῶν νε οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἡ γυνή μου Θαῆσις Ψοσνέως μητρὸς ʼΕσερμίπιος ὡς ἐτῶν ν οὐλὴ μετόπῳ ἐκ δεξιῶν ὑπὸ τρίχας Θεναμοῦνι Μαρρήους μητρὸς Θεναμούνιος ὡς ἐτῶν κη οὐλὴ γόνατι δεξιῷ οὔσῃ τῇ τοῦ υἱοῦ αὐτῶν Διονυσίου γυναικί. ὑπογραφεῖς Ἀπολλώνιος ὡς ἐτῶν μ οὐλὴ καρπῷ χειρὸς δεξιᾶς, τῆς ἄλλης Ὀννόφρις Πακήβκιος ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ. τὰ ἄλλα ἀκολούθως. [2,iii] ὁμολογεῖ Ἡρώδης Νεοπτολέμου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λη οὐλὴ κροτάφῳ ἀριστερῷ Λυσᾶτι Διδύμου ὡς ἐτῶν κγ οὐλὴ ποδὶ δεξιῷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος ἀργυρίου δραχμὰς σξ παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἣν καὶ ἐπάναγκον ἀποδότω Ἡρώδης ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. τὰ ἄλλʼ ἀκολούθως. [2,iv] ὁμολογεῖ Θαῆσις Πατύνιος ὡς ἐτῶν μ οὐλὴ ἀντίχειρι δεξιῷ μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Σαραπίωνος ὡς ἐτῶν μδ οὐλὴ ὑπὸ μῆλον δεξιὸν καὶ γενάμενος αὐτῆς ἀνὴρ Πεθεῦς Πελώεις ὡς ἐτῶν μγ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς φμ καὶ ἀπέχειν τὴν φερνὴν ἣν ὄφειλεν καὶ τὰ παράφερνα καὶ οὐθὲν ἐνκαλεῖν. τὰ ἄλλʼ ἀκολούθως. [2,v] ἐμίσθωσεν Πακῆβκις Ὥρου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ ἀντίχειρι ἀριστερῷ Ὀρσεῦτι Ὀρσεῦτος ὡς ἐτῶν κθ οὐλὴ κροτάφωι δεξιῷ ἀφʼ ὧν γεωργεῖ περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν τὰς ἐκ τοῦ πρὸς νότου μέρους ἀρούρας ιδ ἢ ὅσων ἐὰν ὦσι Ψεχομέσις λεγομένας εἰς λωτίνου σπορὰν καταβρώματα προβάτων εἰς τὸ εἰσιὸν ἔτος καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Ἁρμηύσιος Ὀρσεῦτος ὡς ἐτῶν νε οὐλὴ πήχει δεξιῷ. τὰ ἄλλʼ ἀκολούθως. [2,vi] ἐμίσθωσεν Ἁτρῆς Φανῆτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ φακὸς παρʼ οὖς ἀριστερὸν Μαρσισούχῳ Μαρεψήμιος ὡς ἐτῶν νε οὐλὴ πήχει δεξιῷ ἀφʼ ὧν γεωργεῖ περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν γῆς ἀρούρας ε ἢ ὅσων ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι ἐπὶ τῆς μεγάλης ὁδοῦ ἐκ τοῦ πρὸς νότου μέρους εἰς σπορὰν κριθῆς εἰς τὸ εἰσιὸν τρίτον ἔτος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιώσει ἀπὸ δημοσίων καὶ παντὸς εἴδους. ὑπογραφεὺς Ὀννόφρις Ψοσνεῦτος ὡς ἐτῶν μ οὐλὴ ὀφρύι δεξιᾷ. τʼ ἄλλʼ ἀκολούθως. [2,vii] ἐμίσθωσεν Ἀπολλώνιος Ἡρακλήου ὡς ἐτῶν λγ οὐλὴ ὑπὲρ ὀφρύος δεξιᾶς Ὀρσενούφι πρεσβυτέρῳ Ὀρσενούφιος Ὡρουάνχιος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν μβ οὐλὴ ῥινὶ μέσῃ ἃς καὶ αὐτὸς ὁ Ἀπολλώνιος τυγχάνει ἔχων παρὰ τοῦ προγεγραμμένου τοῦ μεμισθωμένου πατρὸς Ὀρσενούφιος τοῦ Ὡρουάγχιος κατὰ προδοματικὴν μίσθωσιν περὶ Τεβτῦνιν γῆς ἀρούρας γ εἰς τὸ εἰσιὸν γ ἔτος καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Εὔτυχος Εὐτύχου ὡς ἐτῶν λ οὐλὴ ῥινὶ μέσῃ. τὰ ἄλλʼ ἀκολούθως. [2,viii] ιη ἐξέδοτο Τασωούκιος Θεῶτος Περσίνη ὡς ἐτῶν μθ οὐλὴ χειρὶ ἀριστερᾷ μετὰ κυρίου τοῦ υἱοῦ Ὀρσεῦτος τοῦ Ὀννόφριος ὡς ἐτῶν κζ οὐλὴ βραχίονι ἀριστερῷ Ὥρωι Παποντῶτος ὡς ἐτῶν μ οὐλὴ ὀφρύι ἀριστερᾷ ἐκδεδόσθαι τὸν υἱὸν Παποντῶτα εἰς γερδιακὴν τέχνην ἐπὶ ἔτη πέντε ἀπὸ μηνὸς Νέου Σεβαστοῦ τοῦ ἐνεστῶτος ἔτους τρεφόμενον καὶ ἱματιζόμενον ὑπὸ τοῦ Ὥρου τοῦ καὶ τελοῦντος τοῦ ὑπὲρ αὐτοῦ τοῦ γερδιακοῦ τελέσματος, τῆς δὲ λαικῆς συντάξεως οὔσης πρὸς τὴν Τασωοῦκιν. ἔχειν τὴν Τασωοῦκιν τὰς προκειμένας δραχμὰς μ. ὑπογραφεὺς Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οε οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν. τὰ ἄλλʼ ἀκολούθως. [2,ix] ὁμολογεῖ Χαρωνίων Νίλου ὡς ἐτῶν κη οὐλὴ ἀντίχειρι δεξιῷ Πάτρωνι Τρύφονος ὡς ἐτῶν λ οὐλὴ γόνατι ἀριστερῷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα ἀργυρίου δραχμὰς υ ἀρραβῶνα ἀναπόρριφον ἀπὸ ἀργυρίου δραχμῶν Αφμ τῆς ἑσταμένης τιμῆς τοῦ ὑπάρχοντος τῶι Χαρωνίωνι περὶ Κερκουσῖριν τῆς Πολέμωνος κλήρου κατοικικοῦ ἀρουρῶν ι ἢ ὅσων ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι καὶ τὰ συνκυροῦντα πάντα, ὧν γείτονες νότου καὶ βορρᾶ καὶ λιβὸς γύης, ἀπηλιώτου Ἑρμοδώρου τοῦ Ἡρώδου κλῆρος, ἐφʼ ὧι προσκομιζόμενος ὁ Χαρονίων παρὰ τοῦ Πάτρωνος τὰς λοιπὰς ὑπὲρ τῆς τιμῆς ἀργυρίου δραχμῶν Αφμ ἕως τῆς ιη τοῦ Δρουσιλλήου μηνὸς τοῦ ἐνεστῶτος ἔτους παραχωρήσειν τῶι Πάτρωνι ἢ οἷς ἐὰν αἱρῆται διʼ ὧν ἐὰν αἱρῶνται ἀρχείων καὶ ἐπιτελέσαι τὰς εἰς αὐτὸν γ…μενας καὶ εἰς οὓς ἐὰν αἱρῆται διὰ τοῦ κατοικικοῦ λογιστηρίου τῆς μετεπιγραφῆς καὶ παραχωρήσεως οἰκονομίας ὡς καθήκει καὶ βεβαιώσειν αὐτόν τε Χαρωνίωνα καὶ τοὺς παρʼ αὐτοῦ τῶι Πάτρωνι καὶ οἷς ἐὰν αἱρῆται καὶ τοῖς παρʼ αὐτοῦ τὴν παραχώρησιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων ἀρταβείας τε καὶ ναυβίου καὶ ἀριθμητικοῦ καὶ παντὸς δημοσίου τελέσματος τῶν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος β ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ αὐτοῦ τοῦ β ἔτους ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως καὶ ἑτέρου εἴδους ἐπὶ τὸν ἅπαντα χρόνον καὶ παρέξεσθαι. τʼ ἄλλʼ ἀκολούθως. [2,x] ιθ ὁμολογεῖ Πατῦνις Πατύνιος Παλλουαῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μζ ἀναφάλακρος οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν καὶ ὀφρύι ἀριστερᾷ Μαλλέτι Ὀρσεῦτος οὐδέπω ὄντος τῶν ἐτῶν ὡς ἐτῶν α… … οὐλὴ γόνατι δεξιῷ μετὰ προστάτου τοῦ ἑαυτοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πετεσούχου ὡς ἐτῶν λε οὐλὴ μήλωι δεξιῷ ἔχειν παρʼ αὐτοῦ ἐν παραθήκῃ ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ρπβ παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἃς καὶ ἀποδώσει ὁ ὁμολογούμενος Πατῦνις ὁπηνίκα ἐὰν αἱρῆται ὁ Μαλλὲν ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, ἐὰν δὲ μὴ ἀποδῷ ἐκτισάτω. ὑπογραφεὺς τοῦ ὁμολογουμένου Κρονίων Ἁρυώτου ὡς ἐτῶν μζ οὐλὴ ποδὶ ἀριστερῷ. τʼ ἄλλʼ ἀκολούθως. [3,i] συνγραφῆς τροφίτιδος ἀργυρίου χρυσῶν ια καὶ τὴν ἀποστασίου καὶ πρόπρασιν καὶ τοῦ ἐπιβάλλοντός μοι μητρικοῦ μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρούντων πάντων ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος ἔτι δὲ καὶ ὧν ἀπὸ τοῦ νῦν ἐπικτήσωμαι ὑπαρχόντων καὶ κλήρων καὶ δουλικῶν σωμάτων καὶ ἐπιπλόων καὶ ἐνδομενείας καθʼ ὃν δήποτε οὖν τρόπον. ἔστιν δὲ ἡ δεδομένη φερνὴ ἀργυρίου δραχμῶν ξ καὶ παράφερνα ἄνευ διατιμήσεως ἐνωτίων χρυσῶν ζεῦγος τετάρτων γ καὶ μηνίσκιον χρυσοῦν τετάρτων α 𐅵 καὶ ψέλια ἀργυρᾶ ὁλκῆς ἀσήμου δραχμῶν η καὶ σκάφιον χαλκοῦν καὶ ὑδρύσκας χαλκᾶς β καὶ γυναικεῖα σκεύη κασσιτέρινα ὁλκῆς μνῶν β. ἣν ποιεῖται Πατῦνις Κρονίωνος μητρὸς Σουήρειος ὡς ἐτῶν μ οὐλὴ μήλῳ ἀριστερῷ γυναικὶ Θατρῆτι Νικομήδους μητρὸς Θομήνεως Ὀλίου ὡς ἐτῶν κϛ οὐλὴ μετώπῳ μέσωι ὑπὸ τρίχας. ὑπογραφεῖς Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οε οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερὸν καὶ τῆς ἄλλης Ἡρακλίδης Ὡρίωνος ὡς ἐτῶν ξ οὐλὴ ταρσῶι ἀριστερῶι. τʼ ἄλλʼ ἀκολούθως. [3,ii] ὁμολογεῖ Παπνεβτῦνις Παπνεβτύνιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ μήλῳ ἀριστερῷ Παλλαῦτι Ὡρουάγχιος ὡς ἐτῶν ν οὐλὴ ῥινὶ μέσῃ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα ἀργυρίου δραχμὰς λ παραθήκην. ἀποδώσει ὁπηνίκα ἐὰν αἱρῆται. ὑπογραφεὺς Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οδ οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν. τʼ ἄλλʼ ἀκολούθως. [3,iii] ὁμολογεῖ Φᾶσις Πετενο Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ὑπὸ τρίχας Ἁρυώτῃ Λυσιμάχου ὡς ἐτῶν κδ οὐλὴ πήχει ἀριστερῷ ἔχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς ρ καὶ ἀντὶ τῶν τόκων καὶ ὧν προσλήμψεται κατὰ μῆνα ὁ Φᾶσις παρὰ τοῦ Ἁρυώτου εἰς λόγον σιτομετρίας κατὰ μῆνα ἐκ τοῦ προκειμένου μέρους τοῦ Ἁρυώτου ἀρτάβης α 𐅵 καὶ ὧν λήμψεται κατʼ ἔτος παρὰ τοῦ Ἁρυώτου ἐρίων πόκων δ καὶ ἧς διαγράψει ὁ Ἁρυώτης ὑπὲρ αὐτοῦ λαικῆς συντάξεως ἐπὶ κώμης Ὀξυρύγχων τῆς Πολέμωνος. ὑπογραφεὺς Πολέμων Πολέμωνος ὡς ἐτῶν κδ οὐλὴ ἀντικνημίῳ δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [3,iv] κβ ἐδάνεισεν Ἁρυώτης Λυσιμάχου ὡς ἐτῶν κδ οὐλὴ πήχει ἀριστερῷ Φᾶσις Πετενο Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ μετώπῳ μέσῳ ἔχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς ιϛ ἃς καὶ εἴληφε παρʼ αὐτοῦ παραχρῆμα ἀποδώσει ἐν μηνὶ Καισαρείου τοῦ ἐνεστῶτος β ἔτους. ὑπογραφεὺς Πτολέμων Πτολέμωνος ὡς ἐτῶν κδ οὐλὴ ἀντικνημίῳ δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [3,v] ἐμίσθωσεν Δίδυμος ὡς ἐτῶν με οὐλὴ ἀντίχειρι δεξιῷ καὶ Ἀλέξανδρος ὡς ἐτῶν με οὐλὴ ἀγκῶνι ἀριστερῷ ἀμφότεροι Τελέσιος Πεθεῦτι Πεθεῦτος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν μ οὐλὴ ὀφρύι δεξιᾷ καὶ τῇ τούτου γυναικὶ Θενφανῆτι Ψοσνεῦτος οὐλὴ ὀφρύι δεξιᾷ μετὰ κυρίου αὐτοῦ Πεθεῦτος ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν τὸν ὑπάρχοντα ἡμῖν καὶ ταῖς γυναιξὶ ἐν Κερκεσούχοις Ὤρους τῆς Πολέμωνος θησαυρὸν σὺν πυλῶνι καὶ ἐν τῷ τοῦ πυλῶνος πυρικὸν οἶκον καὶ τὸ πρὸ τοῦ θησαυροῦ κατάλυμα, ἃ καὶ προέσχον ἐν μισθώσει, ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκειμένου χρόνου μηνὸς Γερμανικήου, φόρου τοῦ παντὸς κριθῆς νέας καθαρᾶς ἀδόλου ἀρταβῶν ν μέτρῳ τῶι τοῦ θησαυροῦ καὶ ἐξαιρέτων ἀλεκτόρων β ἀξίων ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν δ καὶ Ἀμενσοισίοις ἀρτάβης α αὐτῆς, τῆς δὲ κονιάσεως τοῦ θησαυροῦ οὔσης πρὸς τοὺς μεμισθωκότας, τῶι μεμισθωμένῳ χορηγοῦντι ἐπὶ μόνῃ κονιάσει τὴν ὑπουργίαν φόρου ἐν μηνὶ Νέωι Σεβαστῶι τοῦ εἰσιόντος ἔτους. ὑπογραφεὺς Ἡρώδης Ἡρώδου ὡς ἐτῶν λε οὐλὴ μετόπῳ ἐξ ἀριστερῶν. τὰ ἄλλʼ ἀκολούθως. [3,vi] ὁμολογεῖ Πεθεῦς Πεθεῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ οὐλὴ ὀφρύι δεξιᾷ Διδύμῳ Τελέσιος ὡς ἐτῶν με οὐλὴ ἀντίχειρι δεξιῷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα ἀργυρίου δραχμὰς νβ παραθήκην ἀκίνδυνον. ἀποδώσει ὁπηνίκα ἐὰν αἱρῆται. ὑπογραφεὺς Πασιπῶς Ἡρακλίδου ὡς ἐτῶν νε οὐλὴ τραχήλῳ. τʼ ἄλλʼ ἀκολούθως. [3,vii] κδ συνγραφῆς τροφίτιδος ἀργυρίου χρυσῶν κα καὶ τὴν ἀποστασίου καὶ πρόπρασιν κατὰ τῆς ὑπαρχούσης ὅλης τῆς οἰκίας καὶ αὐλῆς καὶ τόπου ἐν Τεβτῦνι ἐν μιᾷ σφραγῖδι πρότερον Ὀρσενούφιος τοῦ Ὡρουάγχιος καὶ κατὰ τῶν ἐπιβαλλόντων πατρικῶν μερῶν ἑτέρας οἰκίας καὶ αὐλῆς ὁμοίως ἐν Τεβτῦνι καὶ καθʼ ὧν ἐὰν ἀπὸ τοῦ νῦν ἐπικτήσωμαι ὑπαρχόντων πάντων κλήρων καὶ ἀμπελώνων καὶ παραδείσων καὶ οἰκοπέδων καὶ κτηνῶν παντοίων καὶ δουλικῶν σωμάτων καὶ ἐπιπλόων καὶ ἐνδομενίας καὶ ἐνοφειλομένων πάντων καθʼ ὃν δήποτε οὖν τρόπον ἢ καὶ ἐλευσομένων εἴς με ἀφʼ οὗ δήποτε οὖν τρόπου. ἔστιν δὲ ἡ δεδομένη φερνὴ ἀργυρίου δραχμῶν τ καὶ παράφερνα ἄνευ διατιμήσεως ἐνώτιον χρυσοῦν τετάρτων γ 𐅵 καὶ μηνίσκιον χρυσοῦν τετάρτων β καὶ ψέλια ἀργυρᾶ ὁλκῆς ἀσήμου δραχμῶν ιβ καὶ σκάφιον χαλκοῦν καὶ γυναικεῖα σκεύη κασσιτέρινα ὁλκῆς μνῶν ε. ἐπὶ δὲ τῶν προσενενεχθέντων συνγραφαὶ ὑπάρχουσιν ἡμῖν. ἣν ποιεῖται Πετεσοῦχος Ἁρμιύσιος μητρὸς Τερῶτος ὡς ἐτῶν μϛ οὐλὴ ὀφρύι δεξιᾷ γυναικὶ Θαυβάστι Ὀρσεῦτος μητρὸς Θασῖτος ὡς ἐτῶν λϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ὑπογραφεὺς Ερ Πτολ ὡς ἐτῶν λβ οὐλὴ τραχήλῳ δεξιῷ. τὰ ἄλλα ἀκολούθως. [3,viii] ἐμίσθωσεν Ψενκῆβκις Πετοσίρεος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μη οὐλὴ μήλῳ ἀριστερῷ Μαρσισούχῳ Μαρσισούχου ὡς ἐτῶν λβ οὐλὴ μεσοφρύῳ ἀφʼ ὧν γεωργεῖ περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν γῆς ἀρουρῶν η ἀρούρας δ ἀπὸ βορρᾶ τῶν αὐτῶν ἀρουρῶν εἰς λωτίνου σπορὰν καταβρώματα προβάτων ἢ βοικῶν κτηνῶν εἰς τὸ ζ ἔτος Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, τοῦ Μαρσισούχου χορηγοῦντος ἑαυτῷ σπέρματα καὶ τοῦ Ψενκήβκιος ἐπιτελοῦντος τὰ δημόσια καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Μαρεψῆμις ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [3,ix] κε ὁμολογεῖ Κρονίων Δαμᾶτος ὡς ἐτῶν μ οὐλὴ μετώπῳ μέσωι Ὀρσενούφι Χαλήους τοῦ καὶ Ψενοβάστιος ὡς ἐτῶν λη οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα ἀργυρίου δραχμὰς ξ ἃς ὄφειλεν ὁ Ὀρσενούφις τῶι Κρονίωνι καθʼ ὁμολογίαν ἐνοικήσεως τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου ὑπογραφεῖς Πετερ Τυράννου ὡς ἐτῶν μ οὐλὴ πήχει δεξιῷ, τοῦ ἄλλου Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οβ οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν. τʼ ἄλλʼ ἀκολούθως. [3,x] ἐμίσθωσεν Νικομήδης Φανίου τοῦ καὶ Φανήσιος ὡς ἐτῶν κζ οὐλὴ μετώπῳ μέσῳ Ἀπολλωνίῳ Ἡρακλήους ὡς ἐτῶν λβ οὐλὴ ὑπὲρ ἀντικνήμιον δεξιὸν ἃς καὶ γεωργεῖ περὶ Τεβτῦνιν τῆς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀρούρας γ εἰς λωτίνου σπορὰν καταβρώματα προβάτων καὶ τὸν ὑπάρχοντα αὐτῷ περὶ Κερκεσοῦχα Ὤρους κατοικικὸν κλῆρον ἀρουρῶν β εἰς χόρτου σπορὰν κοπὴν ξηρασίαν εἰς τὸ εἰσιὸν γ ἔτος τοῦ Ἀπολλωνίου χορηγοῦντος ἑαυτῷ σπέρματα καὶ ἐπιτελοῦντος τὰ ἔργα πάντα καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οβ οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν. τʼ ἄλλʼ ἀκολούθως. [3,xi] ἐμίσθωσεν Πετεσοῦχος Πρότου Ἁρμάιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ πήχει ἀριστερῷ Πετεσούχῳ Πετεσούχου Ἀπολλωνίου ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίᾳ δεξιᾷ ἀπὸ τοῦ ὑπάρχοντος αὐτῷ περὶ Τεβτῦνιν ἐν τῇ Κανάβι λεγομένῃ τὰς ἐν μιᾷ σφραγῖδι ἀρούρας δ σχοινίῳ ἐνενηκονταεξαπήχει ἐκ τοῦ πρὸς νότου μέρους εἰς λωτίνου σπορὰν καταβρώματα προβάτων εἰς τὸ εἰσιὸν γ ἔτος καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεῖς τοῦ Πετεσούχου Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οε οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερὸν, τοῦ ἄλλου Ἀπολλώνιος Ἡρακλήους ὡς ἐτῶν λβ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν. τʼ ἄλλʼ ἀκολούθως. [3,xii] συνγραφῆς τροφίτιδος ἀργυρίου χρυσῶν ια καὶ τὴν ἀποστασίου καὶ πρόπρασιν κατὰ τοῦ ὑπάρχοντος περὶ Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρουρῶν β καὶ περὶ Κερκεσοῦχα Ὤρους τοῦ ὑπάρχοντος φυλακιτικοῦ κλήρου ἀρουρῶν γ καὶ περὶ τὴν αὐτὴν κώμην Κερκεσοῦχα Ὤρους ζ ἀρουρῶν κλήρου ἀρουρῶν γ 𐅵 δ καὶ ἐν τῇ αὐτῇ κώμῃ μερη πατρικῆς οἰκίας καὶ αἰθρίου καὶ τῶν ἑτέρων σφραγίδων ἐν τῇ αὐτῇ κώμῃ πατρικῆς ἐπαύλεως καὶ καθʼ ὧν ἐὰν ἄλλων ἀπὸ τοῦ νῦν ἐπικτήσωμαι ὑπαρχόντων πάντων καὶ ἐπιπλόων καὶ ἐνδομενίας καὶ ἐνοφειλομένων πάντων καθʼ ὃν δήποτε οὖν τρόπον. ἔστι δὲ ἡ δεδομένη φερνὴ ἀργυρίου δραχμῶν ξ ἐν αἷς χιτὼν καὶ προσφοραὶ ἄνευ διατιμήσεως ἐνώτιον χρυσοῦν τετάρτων β καὶ μηνίσκιον χρυσοῦν τετάρτων ε καὶ ψέλια ἀργυρᾶ ὁλκῆς ἀσήμου δραχμῶν η. ἣν ποιεῖται Ἡρώδης ὁ καὶ Ὀρσενοῦφις Ἡρώδου ὡς ἐτῶν λη οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς γυναικὶ Θενχορῆφις Ὀρσεῦτος μητρὸς Ταπνεβτύνιος ὡς ἐτῶν λ οὐλὴ μετώπῳ μέσῳ. ὑπογραφεῖς Διόδωρος ὡς ἐτῶν μζ οὐλὴ μετώπῳ μέσῳ, τῆς ἄλλης Πύρρος ὡς ἐτῶν μ οὐλὴ δακτύλῳ λιχανῷ χειρὸς δεξιᾶς. τʼ ἄλλʼ ἀκολούθως. [3,xiii] ὁμολογεῖ Νικομήδης Φανίου τοῦ καὶ Φανήσιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν κζ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν Ἡρακλεῖ Ἀφροδισίου ὡς ἐτῶν με οὐλὴ ἀντίχειρι δεξιῷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα πυροῦ νέας καθαρὰς ἀβώλους ἀρτάβας ιγ 𐅵 μέτρῳ θησαυροῦ Ἡρωίδου Νικομήδους ἐν Κερκεσούχοις Ὤρους. ἀποδώσει ἐν μηνὶ Δρουσιέως τοῦ ἐνεστῶτος ἔτους. ὑπογραφεῖς Πτολεμαῖος Χαιρήμωνος ὡς ἐτῶν οβ οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν, τοῦ ἄλλου Ἀπολλώνιος ὁ υἱός ὡς ἐτῶν λβ οὐλὴ ὑπὲρ ἀντικνήμιον δεξιόν. τʼ ἄλλʼ ἀκολούθως. [3,xiv] κϛ ἐμίσθωσεν Ὧρος δεύτερος ὁ καὶ Πενήϊτος Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ οὐλὴ πήχει ἀριστερῷ Ψοσνεῦτι Ὀρσεῦτος ὡς ἐτῶν νδ οὐλὴ γόνατι ἀριστερῷ α… τυγχάνει ἔχων ἐν μισθώσει περὶ Θεογονίδα κλῆρον ἀρουρῶν δ σχοινίῳ ἐνενηκονταεξαπήχει ἐν μιᾷ σφραγῖδι εἰς ἀράκου σπορὰν καταβρώματα προβάτων καὶ κοιτασμόν καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Πτολεμαῖος Χαιρήμονος ὡς ἐτῶν οβ οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερόν. τʼ ἄλλʼ ἀκολούθως. [4,i] ὁμολογοῦσιν Ἡρακλείδης Ἁρμιύσιος ὡς ἐτῶν κβ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ οἱ τούτου γονεῖς Ἁρμιῦσις Ὀρσεῦτος ὡς ἐτῶν με οὐλὴ ἀντικνημίῳ ἀριστερῷ οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι καὶ ἡ τούτου γυνὴ ἡ δὲ τοῦ Ἡρακλείδου μήτηρ Ἡρακλέα Ἀνδρονίκου Περσίνη ὡς ἐτῶν μ οὐλὴ μετώπῳ μέσωι μετὰ κυρίου αὐτοῦ τοῦ ἀνδρὸς ἀπὸ τῶν ἀπὸ κώμης Φεναμένι τοῦ ὑπὲρ Μέμφιν Ἡρακληοπολίτου νομοῦ Κλῆσι Ψοσνεῦτος ὡς ἐτῶν ξε οὐλὴ χείλει τῶι ἄνω ἐκ δεξιῶν ἔχειν παρʼ αὐτοῦ ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ταμαρρῆι φερνὴν παρ ἀργυρίου δραχμῶν σ ἐν αἷς στολὴ ἐν διατιμήσει ἀργυρίου δραχμῶν ξ καὶ ἐν παραφέρνοις ἄνευ διατιμήσεως ἐνωτίων χρυσῶν ζεῦγος τετάρτων γ καὶ μηνίσκιον χρυσοῦν τετάρτων α 𐅵 καὶ ψέλια ἀργυρᾶ ὁλκῆς ἀσήμου δραχμῶν ιβ καὶ σκάφιον χαλκοῦν καὶ κάτοπτρον χαλκοῦν καὶ ὑδρίσκας χαλκᾶς β καὶ ὑδρύσκην κασσιτερίνην ὁλκῆς μνῶν ε καὶ χιτῶνα χρυσανθῆ καὶ πάλλια β καὶ ἀνάβολον λευκόν. συμβιούτωσαν ἀλλήλοις οἱ γαμοῦντος. φερνὴ ἀργυρίου δραχμῶν σ. ὑπογραφεῖς Εὔτυχος Εὐτύχου ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ καὶ τοῦ ἄλλου Σωτήριχος Ἡρώδου ὡς ἐτῶν λβ οὐλὴ ἀστραγάλῳ ποδὸς δεξιοῦ. τʼ ἄλλʼ ἀκολούθως. [4,ii] ἐμίσθωσεν Ἡρώδης Ἡρακλίδου ὡς ἐτῶν λε οὐλὴ μετώπῳ μέσωι Ὀννόφρι Κολλούθου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ οὐλὴ γόνατι ἀριστερῷ τὸν ὑπάρχοντα αὐτῷ περὶ Τεβτῦνιν κλῆρον κατοικικὸν ἀρουρῶν ζ 𐅵 ἑνδέκατον καὶ τῶν ὑπαρχόντων αὐτῷ περὶ τὴν αὐτὴν κώμην γῆς ἀπὸ ἐκκοπῆς ἐλαιῶνος ἀρούρας β 𐅵, γίνονται ἐπὶ τὸ αὐτὸ ἄρουραι ι ἑνδέκατον ἢ ὅσων ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος τὸ μεν πρῶτον καὶ τρίτον ἔτος τῆς μισθώσεως τῶν προκειμένων ἀρουρῶν ι ἑνδέκατον σὺν σπέρμασι αἷς λήμψεται ὁ μεμισθωμένος παρʼ αὐτοῦ Ἡρώδου εἰς λόγον σπερμάτων πυροῦ ἀρτάβαις ι τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ρι μέτρῳ δρόμου θησαυροῦ Θίωνος ἐν ὧι ἕτεροι γεοῦχοι, τὸ δὲ δεύτερον καὶ ἔσχατον ἔτος τῆς μισθώσεως φόρου τοῦ παντὸς τῶν προκειμένων ἀρουρῶν ἀσπερμὶ ἀργυρίου δραχμῶν οβ, πάντων δὲ τῶνδε ἐκφόριον ἀποδότω ἐν μηνὶ Δρουσιλλήῳ, κατὰ μηθὲν τοῦ Ὀννόφριος ἐλαττουμένου ὑπὲρ ἧς ἠγόρακε παρὰ Ἡρώδου καὶ τῶν ἀδελφῶν ψιλῶν τόπων. ὑπογραφεύς. τʼ ἄλλʼ ἀκολούθως. [4,iii] ὁμολογεῖ Ὀρσεῦς Καμείους Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ οὐλὴ μήλῳ ἀριστερῷ Θενανχιοῦτι ὡς ἐτῶν κζ οὐλὴ ἀντικνημίῳ δεξιῷ μετὰ κυρίου τοῦ ἀδελφοῦ Κώμωνος ὡς ἐτῶν λα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ φερνὴν ἀργυρίου δραχμὰς λβ. ὑπογραφεὺς Ἡρώδης Εὐτύχου ὡς ἐτῶν λα οὐλὴ ῥινὶ μέσῃ. τʼ ἄλλʼ ἀκολούθως. [4,iv] συνγραφῆς τροφίτιδος ἀργυρίου χρυσῶν ια καὶ τὴν ἀποστασίου καὶ πρόπρασιν κατὰ τοῦ ὑπάρχοντος ἡμίσους μέρους οἰκίας κοινῆς καὶ ἀδιαιρέτου ἐν Ταλὶ λεγομένου Μεγάλου Θουηρίου. ἔστι δὲ ἡ δεδομένη φερνὴ ἀργυρίου δραχμαὶ ξ καὶ παράφερνα ψέλιον ἀργυροῦν ὁλκῆς ἀσήμου δραχμῶν δ, τοῦ δὲ Ὀννόφριος ἰσομοίρου ὁμοίως ἐσχομένου καὶ τοῖς ἐσομένοις ἡμῖν ἐξ ἀλλήλων τέκνοις τοῦ προκειμένου ἡμίσους μέρους οἰκίας. ἣν ποιεῖται Πατῦνις Πετεσούχου μητρὸς Σουήριος ὡς ἐτῶν νϛ οὐλὴ μήλῳ ἀριστερῷ Ταπνεβτῦνι Ὥρου μητρὸς Ταεῦτος ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῷ. ὑπογραφεὺς Πατῦνις ὡς ἐτῶν ξ οὐλὴ ταρσῷ ἀριστερῷ. τʼ ἄλλʼ ἀκολούθως. [4,v] ἐμίσθωσαν Ὀρσενοῦφις ὡς ἐτῶν νε οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Παλλεῦς ὡς ἐτῶν ν οὐλὴ ὀφρύι δεξιᾷ ἀμφότεροι Ὡρουάγχιος Πέρσαι τῆς ἐπιγονῆς Ὀρσεῦτι Ὀρσῆτος ὡς ἐτῶν κθ οὐλὴ κροτάφῳ δεξιῷ τὸν ὑπάρχοντα αὐτοῖς περὶ μὲν Κερκεσῖριν κλῆρον ἀρουρῶν ιβ ἀφʼ ὧν εἰσὶν τοῦ μὲν Ὀρσενούφιος ἄρουραι ι, αἱ λοιπαὶ ἄρουραι τοῦ Παλλεῦτος μόνου ἄρουραι β, καὶ περὶ Τεβτῦνιν ὁμοίως ἱερᾶς γῆς ἀρούρας ια καὶ ἐν τῆι αὐτῇ κώμῃ τοῦ Ὀρσενούφιος κατοικικὸν κλῆρον κτεμη ἁπάσας δὲ ἡ μίσθωσις ἥδε τῶν κλήρων σὺν ἱερᾷ γῇ ἀρουρῶν κγ, τῶν δὲ ἀρουρῶν ιβ εἰς ἀράκου σπορὰν τῶν δὲ λοιπῶν γῆς ἀρουρῶν ια εἰς σπορὰν χόρτου πασῶν εἰς καταβρώματα προβάτων καὶ ἀπέχειν τὸν φόρον καὶ βεβαιοῦν. ὑπογραφεὺς Ἁρμιύσιος Ὀρσεῦτος γραμματεὺς γεωργῶν ὡς ἐτῶν να οὐλὴ πήχει δεξιῷ. τʼ ἄλλʼ ἀκολούθως. [4,vi] ὁμολογεῖ Πεθεῦς Πεθεῦτος γέρδιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ ὀφρύι δεξιᾷ ἡγούμενος γραμματεὺς γερδίων κώμης Κερκεσούχων Ὤρους τῆς Πολέμωνος μερίδος τοῦ ἐνεστῶτος ἔτους Παποντῶτι Ἡρακ ὡς ἐτῶν λϛ οὐλὴ μετώπῳ μέσωι καὶ Ἁρπα… Παποντῶτος ὡς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πτόλλιδι Πτόλλιδος ὡς ἐτῶν λ οὐλὴ γόνατι ἀριστερῷ καὶ Παποντῶτι Παποντῶτος ὡς ἐτῶν λ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Πτόλλιδι Ἡρακ ὡς ἐτῶν μ οὐλὴ μήλῳ ἀριστερῷ τοῖς ε γερδίοις τῶν ἀπὸ τῆς αὐτῆς κώμης συνόδου ἐπάναγκον ἀποδώσειν Πεθεῦν προστάτην τοῖς προγεγραμμένοις ἐν μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος ἔτους δραχμὰς ϙβ αἵ εἰσιν τιμῆς ζυτικῆς. ὑπογραφεὺς Ἄλκιμος ὡς ἐτῶν λ οὐλὴ μήλωι ἀριστερῷ. τʼ ἄλλα ἀκολούθως. [4,vii] κζ ὁμολογεῖ Ἡρώδης Ἡρακλίδου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ μετώπῳ μέσῳ τῇ προούσῃ καὶ συνούσῃ αὐτῶι γυναικὶ Ἀπιᾷ Σωκράτους ὡς ἐτῶν λζ οὐλὴ μετώπῳ ἐκ δεξιῶν μετὰ κυρίου τοῦ τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Πετεσούχου υἱοῦ Πτολ ὡς ἐτῶν λ οὐλὴ καρπῷ ἀριστερῷ ἔχειν παρʼ αὐτῶν δύο παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ψ χωρὶς ἄλλων ὧν ὀφείλει ὁ ὁμολογῶν Ἡρώδης τῇ Ἀπιᾷ καθʼ ἑτέραν συνγραφὴν τροφῖτιν τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου τῶι θ ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὶ Χοίαχ ἑνδεκάτῃ ἀργυρίου δραχμῶν φξ καὶ τῶν διὰ τῆς συνγραφῆς παραφέρνων καὶ ὧν προσενηνέχθη ἡ αὐτὴ Ἀπιᾶς τῶι Ἡρώδῃ κατὰ τὴν αὐτὴν τροφῖτιν τῶι Ἡρώδῃ περὶ τὴν αὐτὴν κώμην Τεβτῦνιν ἐν μιᾷ σφραγῖδι κλήρου κατοικικοῦ ἀρουρῶν ιδ ἢ ὅσων ἐὰν ὦσι Ἀπατύνιος Τέκτωνος καὶ ἧς προσενήνοχεν τῆι αὐτῇ Ἀπιᾷ παιδίσκης δούλης οἰκογενῆς ᾗ ὄνομα Ἡρακλοῦς. πάντα δὲ ἀκολουθοῦντα τῇ δηλουμένηι συνγραφῇ τροφίτιδι καὶ μένειν κύρια. τὰ ἄλλʼ ἀκολούθως. [4,viii] κη ὁμολογεῖ Ἑρμίας Χεῶτος ὡς ἐτῶν μ οὐλὴ φακὸς καὶ εὔσημος ὀφθαλμὸς ἐξ ἀριστερῶν Σωτηρίχῳ Κρονίδου ὡς ἐτῶν λ οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ρ καὶ ἀντὶ τούτων τόκων καὶ ἱματιζόμενος καὶ παρέξομαι ἐμαυτὸν ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ μηνὸς Σεβαστοῦ τοῦ γ ἔτους καθʼ ἡμέραν ἑκάστην λειτουργοῦντα καὶ ἐπιτελοῦντα πάντα τὰ προγεγραμμένα, κατὰ μηθὲν τοῦ Σωτηρίχου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλω αὐτῷ καθʼ ὁμολογίαν παραμονῆς ἀργυρίου δραχμῶν κεφαλαίων. ἔγραψον ὑπὲρ αὐτοῦ Ὀννόφρις Πακήβκιος ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ. [4,ix] ὁμολογοῦσι Κλῆσις Ψοσνεῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξε οὐλὴ χείλει τῶι ἄνω ἐκ δεξιῶν καὶ τούτου γυνὴ Ἀρσινόη Πύρρου Περσίνη ὡς ἐτῶν ν οὐλὴ γαστροκνημίᾳ δεξιᾷ μετὰ κυρίου τοῦ ἀνδρὸς Κλήσιος ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Πάπῳ Διδύμου ὡς ἐτῶν κθ οὐλὴ χείλει τῶι κάτω ἐξ ἀριστερῶν ἔχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς μ καὶ ἀντὶ τούτων τόκων ἐνοικίσειν καὶ κεχρη τοὺς ὁμολογοῦντας ἐναυλίζειν τὰ τοῦ Πάπου ὀνικὰ κτήνη ἐν τῇ αὐλῆι τὰς ὑπαρχούσας τῶι Κλῆσι ἐν τῇ τούτου οἰκίᾳ καὶ χρήσονται οἱ ὁμολογούμενοι τοῖς ἐν τῇ αὐλῇ χρηστηρίοις πᾶσιν ἐπʼ ἔτη δύο ἀπὸ τοῦ προκιμένου χρόνου καὶ βεβαιώσειν τοὺς ὁμολογοῦντας καὶ τοὺς παρʼ αὐτῶν. ὑπογραφεὺς τῶν ὁμολογούντων Εὔτυχος Εὐτύχου ὡς ἐτῶν μα οὐλὴ γαστροκνημίᾳ δεξιᾷ. τʼ ἄλλʼ ἀκολούθως. [4,x] ὁμολογεῖ Ἡρακλίδης Ἀφροδισίου ὡς ἐτῶν κζ οὐλὴ καρπῷ ἀριστερῷ Ἁρυωίδῃ Ἁρμιύσιος ὡς ἐτῶν λε οὐλὴ πήχει ἀριστερῷ ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα δραχμὰς ξ τοῦ ἐνεστῶτος β ἔτους ἐν τῇ Κανάβι λεγομένῃ κλήρου ἀρουρῶν ζ καὶ ἀπέχει τὸν φόρον καὶ βεβαιοῖ. ὑπογραφεὺς Εὔτυχος Εὐτύχου ὡς ἐτῶν λβ οὐλὴ ἀστραγάλῳ ποδὸς δεξιοῦ. [4,xi] ὁμολογεῖ Λέων Ὀννόφριος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν κθ οὐλὴ γόνατι δεξιῷ Παλλαοῦτι Ὡρουάνχιος ὡς ἐτῶν ν οὐλὴ ὀφρύι ἀριστερᾷ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα ἀργυρίου δραχμὰς κη καὶ ἀντὶ τούτων τόκων ἐνοικίσειν τὸν Παλλαοῦν καὶ οὓς ἐὰν αἱρῆται ἐν τῶι ὑπαρχοντι αὐτῶι ἡμίσει μέρει οἰκίας καὶ αὐλῆς ἐν Τεβτύνι ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ προκειμένου χρόνου καὶ χρήσεται ὁ Παλλαῦς καὶ οὓς ἐὰν αἱρῆται τοῦ ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς χρηστηρίοις πᾶσι καὶ βεβαιοῖ τὴν ἐνοίκησιν. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Λέων Ὀρσενούφιος ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ. τὰ ἄλλʼ ἀκολούθως. [4,xii] Παῦνι γ. ὁμολογοῦσιν Ὀρσενοῦφις Ὡρουάγχιος ὡς ἐτῶν νε οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Ἀπύγχις Ἁρμιύσιος ὡς ἐτῶν ν οὐλὴ μήλῳ δεξιῷ καὶ Ἀψῆμις Ψοσνεῦτος ὡς ἐτῶν ν οὐλὴ καρπῷ δεξιῷ καὶ Ψενκῆβκις Σοκονώπιος ὡς ἐτῶν λ οὐλὴ πήχει δεξιῷ καὶ Ὀρσενοῦφις Ὀρσενούφιος ὡς ἐτῶν μ οὐλὴ ῥινὶ ὑπὸ μεσόφρυον οἱ ε γραμματεῖς δημοσίων γεωργῶν τῆς προκειμένης κώμης Τεβτύνεως καὶ Ἁρμιύσιος γραμματεὺς γεωργῶν τῆς αὐτῆς κώμης ὡς ἐτῶν νϛ οὐλὴ πήχει δεξιῷ Ἡρακλεῖ Ἀφροδισίου ὡς ἐτῶν ξε οὐλὴ μήλῳ δεξιῷ καὶ Ὀρσῆτι Φασῶτος ὡς ἐτῶν νη οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς τοῖς δυσὶ προβατοκτηνοτρόφοις εὐδοκεῖν τοὺς ὁμολογοῦντας ἐφʼ ὧι διαγράψουσιν ὁ Ἡρακλῆς καὶ ὁ Ὀρσῆς ἐν τῇ μητροπόλει εἰς τὴν καταδεδειγμένην δημοσίαν τράπεζαν εἰς τοὺς προγεγραμμένους Ἁρμιύσιον γραμματέα γεωργῶν καὶ Ὀρσενοῦφιν Ὡρουάγχιος καὶ εἰς τοὺς λοιπούς γραμματέας τῆς κώμης ὑπὲρ φόρου τοῦ ἐνεστῶτος β ἔτους ἡμίσους μέρους χερσονομῶν καὶ βεβαιοῦσι. τὰ ἄλλʼ ἀκολούθως.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.