Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.hamb.1.30 30. Apr. 89Philadelphia (Arsinoites)

Wohnungs - Zinsantichrese via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11378. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου πέμπτῃ ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Τετοσῖρις Ζωίλου ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ δευτέρῳ δακτύλῳ χειρὸς ἀριστερᾶς τε[…]…ς μετὰ κυρίου τοῦ συνγενοῦς Ποντιδίου Σα…ιου ὡς ἐτῶνἑβδομήκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ Νικαρίωι θυγατρὶ Σέξστου Σατρίου ἀπολυσίμου στρατιώτου ὡς ἐτῶν τεσσεράκοντα ὀκτὼ οὐλὴ ὀφρύι δεξιᾷ μετὰ κυρίου τοῦ υἱοῦ Σέξστου Γαλλωνίου Σατριανοῦ ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ δευτέρῳ δακτύλῳ χειρὸς δεξιᾶς ἔχειν παρὰ τῆς Νικαρίου τὴν ὁμολογοῦσαν Τετοσῖριν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου ἐπισήμου Σεβαστοῦ νομίσματος δραχμὰς ἑξακοσίας καὶ ἀντὶ τῶν τούτων τόκων συνκεχωρηκέναι ἐνοικεῖν τὴν Νικάριον καὶ τοὺς παρʼ αὐτῆς καὶ οὓς ἐὰν βούληται ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ προκειμένου χρόνου ἐν μέρεσι δυσὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ Τετοσίρι μερῶν τριῶν ὄντων ἀπὸ μερῶν τεσσάρων οἰκίας καὶ ψιλῶν τόπων καὶ καμάρας καὶ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἐν τῇ προγεγραμμένῃ κώμῃ Φιλαδελφείᾳ καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Τετοσῖριν καὶ τοὺς παρʼ αὐτῆς τῇ Νικαρίωι καὶ τοῖς παρʼ αὐτῆς τὰ κατὰ τὴν ἐνοίκησιν ταύτην πάσῃ βεβαιώσει ἐπί τε τὸν κατὰ αὐτὴν καὶ ἐφʼ ὃν ἐὰν δέον ἦν ἐπενοικεῖνχρόνον καὶ παρέξεσθαι αὐτὰ ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα, ἀπʼ ἄλλου δὲ εἴδους καὶ μηδένα κωλύειν τὴν Νικάριον μηδὲ τοὺς παρʼ αὐτῆς ἐνοικοῦντας καὶ ἑτέρους ἐνοικίζοντας οὓς ἐὰν βούληται ἐν τοῖς σημαινομένοις μέρεσι δυσὶ ἀπὸ μερῶν τριῶν τῆς οἰκίας καὶ ψιλῶν τόπων καὶ καμάρας καὶ εἰσόδου καὶ ἐξόδου καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ χρωμένους τοῖς τούτων χρηστηρίοις πᾶσι. καὶ μετὰ τὸν χρόνον ἀποδότω ἡ ὁμολογοῦσα Τετοσῖρις τῇ Νικαρίωι ἢ τοῖς παρʼ αὐτῆς τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξακοσίας , τῆς πράξεως οὔσης τῇ Νικαρίωι ἢ τοῖς παρʼ αὐτῆς ἔκ τε τῆς Τετοσίριος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων κ…… […]ὁμολογούσης πράσεως καὶ παρὰ […]Τετοσίριος καὶ τῆς Νικαρίου ὁ υἱός. Τετοσῖρις Ζωίλου μετὰ κυρίου τοῦ συνγενοῦς Ποντιδίου Σα[…]ιου ἔχω παρὰ τῆς Νικαρίου θυγατρὸς Σέκστου Σατρίου ἀπολυσίμου στρατιώτου μετὰ κυρίου τοῦ υἱοῦ Σέκστου Γαλλωνίου Σατριανοῦ τὰς τοῦ ἀργυρίου κεφαλαίου ἐπισήμου δραχμὰς ἑξακοσίας καὶ ἀντὶ τῶν τούτων τόκων συνχωρῶ ἐνοικεῖν τὴν Νικάριον καὶ τοὺς παρʼ αὐτῆς καὶ οὓς ἐὰν βούληται ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ προκειμένου χρόνου ἐν μέρεσι δυσὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ μερῶν τριῶν ὄντων δὲ […] [… ? lines lost …]

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.