Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.14.2399

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[FrA] Νικίας Τροχᾶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ημέρας Τροχὰς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχᾶ τὰ γεινόμενα τέλη· ἐὰν δὲ Νικίας μὴ δῶι[…]σα…θ…[…] […]κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Νικίας Τροχᾶι τὰς πεντακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Τροχᾶι παρὰ Νικίου πράσσοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· […] […] […]νου[…] κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Νικίας Τροχᾶι τὰς πεντακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Τροχᾶι παρὰ Νικίου πράσσοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· [… 3 lines lost …] βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἑνδεκάτου Ἀλεξανδρίαι Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἑνδε… τοῦ ὄντος ἐν Ἀλεξανδρίαι Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρίαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Νικίας Ἡρακλείτου Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Τροχᾶ Π[…]ιωτονίκου Πέρσου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς πεντακοσίας τιμὴν τοῦ ἡμίσους τῆς ὑπαρχούσης αὐτῶι καὶ Ἑρμίππωι αὐλῆς τοῦ αὑτοῦ μέρο…[…] ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ· …[…] γείτονες ἀπὸ μὲν νότου τὰ Ἑρμίππου καὶ τὰ αὐτοῦ ἀπὸ δὲ βορρᾶ τὰ Κλ[…] […]ἀπὸ δὲ λιβὸς τὰ Ἑρ ἀπυ τὰ Ἑρμίππου ἀπὸ δὲ ἀπηλιώτου τὰ Ε[…]ατους καὶ εἴσοδος καὶ ἔξοδος ἐφʼ ὧι κοινῆι εἰσόδωι καὶ ἐξόδωι χρήσεται Τροχὰς διὰ τῆς ὑπαρχούσης εἰσόδου καὶ ἐξόδου μετὰ τῶν παρὰ Νικίου· δότω δὲ Νικίας Τροχᾶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Τροχὰς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχᾶ τὰ γεινόμενα τέλη· ἐὰν δὲ Νικίας μὴ δῶι Τροχᾶι ……υντ[…]…τ[…] […]κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Νικίας Τροχᾶι τὰς πεντακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Τροχᾶι παρὰ Νικίου πράσσοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· [FrB] Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἑνδεκάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρ… Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρίαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Νικίας Ἡρακλείτου Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Τροχᾶ τοῦ Π[…]ωτονίκου Πέρσου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς πεντακοσίας τιμὴν τοῦ ἡμίσους τῆς ὑπαρχούσης αὑτῶι καὶ Ἑρμίππωι αὐλῆς καὶ τοῦ …ητος ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ οὗ γείτονες ἀπὸ μέν[…]τὰ αὐτοῦ καὶ τὰ[…] […] ἀπὸ δὲ λιβὸς τὰ Ἑρμίππου ἀπὸ δὲ ἀπηλιώτου τὰ Ε[…]ατους καὶ εἴσοδος καὶ ἔξοδος ἐφʼ ὧι εἰσόδωι καὶ ἐξόδωι χρήσεται Τροχὰς διὰ τῆς ὑπαρχούσης εἰσόδου καὶ ἐξόδου μετὰ τῶν παρὰ Νικίου κοινῆι· δότω δὲ Νικίας Τροχᾶι ὠνὴν τοῦ ἡμίσους τῆς αὐλῆς καὶ τοῦ[…]ητος τῆς αὐλῆς τοῦ αὑτοῦ μέρους ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Τροχὰς Νικίαι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Τροχᾶ τὰ γείνομενα τέλη· ἐὰν δὲ Νικίας μὴ δῶι Τροχᾶι ὠνὴν κτλ. [… ? lines lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.