no image
DDbDP-text
Grundstückskaufvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 2706.
Each record below describes this same artifact or text from a different angle.
[r]
[interior]
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει
τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Αἰσχύλος Πυθέου Ἀθηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ
[…] Πάσιτος τοῦ Πετοσίριος Ὀξυρυγχίτου ὑιδοῦ τῆς Θαυῆτος χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς διακοσίας τιμὴν τόπου ψιλοῦ ἐκ τοῦ ὑπάρχοντος αὐτῶι ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ οἰκήματος
οὗ τʼ ἀπὸ λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα τὰ ἀπὸ δὲ βορρᾶ ἀπὸ τοῦ οἰκήματος […]
πήχεις δεκαεὶς οὗ γείτονες ἀπὸ μὲν βορρᾶ τὰ … ἀπὸ δὲ …[…] …[…]
[…] τὰ Σ…ς ἀπὸ δὲ ἀπηλιώτου οἱ δύο πήχεις καὶ τὰ Πατσώντιος· δότω δὲ Αἰσχύλος
τὴν ὠνὴν τοῦ προγεγραμμένου τόπου ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομείου ἀφʼ ἧς ἂν
ἡμέρας Πᾶσις Αἰσχύλωι προείπηι ἐν ἡμέραις δέκατασσομένου Πάσιτος τὰ γενόμενα τέλη· ἐὰν δὲ Αἰσχύλος μὴ δῶι Πάσιτι ὠνὴν κατὰ τὰ γεγραμμένα ἀποτεισάτω
Αἰσχύλος Πάσιτι τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις[…]… παρὰ Αἰσχύλου πράσσοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·
[exterior]
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ
Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Αἰσχύλος Πυθέου Ἀθηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Πάσιτος τοῦ Πετοσείριος υἱοῦ τῆς …[…]
…[…] Θαυῆτος χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς
ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς διακοσίας
τιμὴν τόπου ψιλοῦ ἐκ τοῦ ὑπάρχοντος αὐτῶι ἐν κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ οἰκήματος δὲ οὗ τʼ ἀπὸ λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα τὰ
[…] ἀπὸ βορρᾶ ἀπὸ τοῦ οἰκήματος τοῦ Αἰσχύλου δε[…]
[…]…δε πήχεις δεκαεὶς οὗ γείτονες ἀπὸ μὲν βορρᾶ τὰ …[…]
[…]… ἀπὸ δὲ νότου διῶρυξ ἀπὸ δὲ λιβὸς …[…]
ἀπὸ δὲ ἀπηλιώτου οἱ δύο πήχεις καὶ τὰ Πατσώντιος· δότω
δὲ Αἰσχύλος τὴν ὠνὴν τοῦ προγεγραμμένου τόπου ἐπὶ
τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας
Πᾶσις Αἰσχύλωι προείπηι ἐν ἡμέραις δέκατασσομένου Πάσιτος τὰ γενόμενα τέλη· ἐὰν δὲ Αἰσχύλος
μὴ δῶι Πάσιτι ὠνὴν κατὰ τὰ γεγραμμένα ἀποτεισάτω
Αἰσχύλος Πάσιτι τὰς διακοσίας δραχμὰς τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Πάσιτι παρὰ Αἰσχύλου πράσσοντι …ου κατὰ τὸ διάγραμμα· …[…]…κατὰ τὴν συγγραφὴν εἰς ἔκτισιν Εὐκλεατ…[…]μετὰ κυρίου Αἰσχύλου τοῦ Πυθέου …[…]
τοῦ αὑτῆς ἀνδρός· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω
οὗ ἂν ἐπιφέρηται· μάρτυρες·
[v]
[…]…[…]
[…] πρὸς …[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.