no image
DDbDP-text
Abtretung von Katoekenland via HGV-meta
Linked by Trismegistos ID
TM 11868.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἐκστάσεως
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
μηνὸς Δαισίου Φαρμοῦθι ϛ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου
νομοῦ. ὁμολογεῖ Ὡραίνη Πασίωνος τοῦ Πασίωνος ὡς ἐτῶν λθ οὐλὴ ποδὶ δεξιῶι
μετὰ κυρίου τοῦ τῆς θυγατρὸς αὐτῆς Θαισαρίου τῆς Χαιρήμονος ἀνδρὸς
Ἀπολλιναρίου τοῦ Χαιρήμονος ἑτέρου ὡς ἐτῶν κη οὐλὴ ποδὶ δεξιῷ Θαισαρίωι
Διδύμου τοῦ Ἡρώδου ὡς ἐτῶν λ ἀσήμῳ μετὰ κυρίου τοῦ συνγένους Ἀνουβᾶ τοῦ
Μάρωνος ὡς ἐτῶν οα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀνθʼ ὧν φησίν ἡ ὁμολογοῦσα
ὀφείλειν τῇ Θαισαρίῳ Διδύμου διὰ χειρὸς ἀγράφως ἀργυρίου δραχμῶν διακοσίων
ὀγδοήκοντα ἐξίστασθαι αὐτῇ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ
νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ ὑπάρχοντος αὐτῇ τῇ ὁμολογούσῃ
ἐν μιᾷ σφραγῖδι ἀγοραστοῦ κλήρου κατοικικοῦ ἀρούρης ἡμίσους
οὗ γείτονες, καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν, νότου ὁ πρότερον
Ἀλιταίου τοῦἈπολλωνίου κλῆρος, βορρᾶ διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου ὁ τῆς προγεγραμμένης Θαισαρίου τῆς Διδύμου κλῆρος,
λιβὸς ὁ πρότερον Θερμουθαρίου τῆς Ἥρωνος καὶ ἑτέρων κλῆρος,
καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν καὶ τοὺς παρʼ αὐτῆς τῇ Θαισαρίῳ
καὶ τοῖς παρʼ αὐτῆς τὸν κατὰ τὴν ὁμολογίαν ταύτην ἐξεσταμένον
πάσῃ βεβαιώσει καὶ παρέξεσθαι καθαρὸν ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων μέχρι τοῦ διεληλυθότος ιθ ἔτους καὶ αὐτοῦ τοῦ
ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης
ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ παντοίων κατοικικῶν λογιστηρίων καὶ παντὸς εἴδους· ἐὰν δὲ μὴ βεβαιοῖ ἡ ὁμολογοῦσα ὡς πρόκειται, ἀποδότω τὴν τιμὴν διπλῆν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα καὶ εἰς τὸ δημόσιον τὰς
ἴσας· ὁπηνίκα δὲ ἐὰν βούληται ἡ Θαισάριον ἀπογράψεται αὐτὴ
διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης τὸ προκείμενον ἀρούρης
ἡμίσους ἀρκουμένη ἀντιγράφῳ τῆσδε τῆς ὁμολογίας καὶ μὴ προσδεομένη τῆς τῆς ὁμολογούσης παρουσίας. ὑπογραφεὺς[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.