no image
DDbDP-text
Sale of a Vineyard via HGV-meta
Linked by Trismegistos ID
TM 10748.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφονὁμολογίας. ἔτους ια Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δαισίου κα Φαρμοῦθι κα ἐν Πτολεμαείδι
Δρυμοῦ τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἄρειος Ἀρείου ἐτῶν με οὐλὴ ἀντικνημίῳ δεξιῷ
[…]α ὡς ἐτῶν …β οὐλὴ γόνατι ἀριστερῶι μετὰ κυρίου τοῦ ἀνδρὸς
[…] Λυσιμάχου τοῦ Διδύμου ὡς ἐτῶν λε οὐλὴ μετόπῳ ἐκ δεξιῶν
πεπρακέναι αὐτῆι τὸν ὁμολογοῦντα κατὰ τήνδε τὴν ὁμολογίαν
ἀπὸ τῆς νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῷ Ἀρείωι
[…]περὶ Κερκῆσιν τῆς Πολέμωνος μερίδος γῆς ἀμπελίτιδος
ἄρουραν μίαν ἢ ὅση ἐὰν ἦι καὶ πρὸς ταύτηι ἐπιβολῆς ὄγδοον ἀρούρης
μετὰ τῶν συνκυρόντων πάντων, τοῦ ἐν αὐτῆι ὑποδοχείου κατὰ κοινὸν
τοῦ περὶ Κερκῆσιν ἐδάφους καὶ πρὸς ἀναβολῆς καὶ θήρας ἰχθύας πρὸς
τὸν γειτνιῶντα Ἀμμώνιον διὰ τὸ μίαν εἶναι σφραγῖδα τῶν δύο
ἀρουρῶν, ἐωνῆσθαι δέ, ὡς φάσκει ὁ Ἄρειος, ἔτι πάλαι ἐπὶ τούτοις. γείτονες
τῆς προδεδηλωμένης ἀρούρης νότου διῶρυξ διʼ ἧς ποτίζεται ἡ ἄρουρα,
βορρᾶ ὁδὸς δημοσία, λιβὸς ἡ προδεδηλωμένη τοῦ Ἀμμωνίου
ἄρουρα, ἀπηλιώτου τέκνα Σαραπίωνος τοῦ Ἀχιλλέως καλαμίᾳ·
καὶ ἀπέχειν ἐκ πλήρους ἀργυρίου δραχμῶν ἑπτακοσίων ἑξήκοντα
διὰ τῆς Διδύμου τραπέζης […]ίου. βεβαιοῖ πάσῃ βεβαιώσει
αὐτῇ καθαρὰν ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων σιτικῶν τε
καὶ ἀργυρικῶν καὶ κατακριμάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν
ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους καὶ αὐτοῦ
τοῦ ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ διὰ τὸ τὰ ἐπέτεια ἐκφόρια εἶναι τοῦἈρείου, ἀπὸ δὲ
ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. τὰ ἄλλα ἀκολούθως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.