no image
DDbDP-text
[A]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν Εὐεργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου
τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν
Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου,
μηνὸς Δίου, ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νίκανδρος[…]Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Σωγένους Μακεδόνος χιλιάρχου τῶν Ἐνδίου
χαλκοῦ νομίμου ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων
δραχμὰς τετρακοσίας τιμὴν τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων θηλείων
τριῶν , μία μὲν μέλαινα, δύο δὲ λευκαί. αὗται δʼ εἰσὶν αἱ τετρακόσιαι δραχμαὶ τὸ
λοιπὸν τοῦ φόρου τοῦ βαλανείου τοῦ ἐν Θώλθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ
ὀγδόου ἔτους, μηδὲ ἐξὸν μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ ἐπελθεῖν ἐπὶ Σωγένην περὶ τῶν ὄνων τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομένων ἐγγόνων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ Νίκανδρος
ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντιναοῦν τρόπον, ἡ μὲν ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω Νίκανδρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Σωγένει καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς
χιλίας , καὶ ἡ πρᾶξις ἔστω Σωγένει παρὰ Νικάνδρου καὶ τοῦ ἐπιπορευομένου ὑπὲρ αὐτοῦ πράσσοντι κατὰ τὸ διάγραμμα
[…]
[… ? lines lost …]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν Εὐεργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου
τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου, μηνὸς Δίου, ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νίκανδρος[…]Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Σωγένους Μακεδόνος χιλιάρχου τῶν Ἐνδίου χαλκοῦνομίμουὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς τετρακοσίας τιμὴν
τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων θηλείων τριῶν , μία
μὲν μέλαινα, δύο δὲ λευκαί. αὗται δʼ εἰσὶν αἱ τετρακόσιαι δραχμαὶ τὸ λοιπὸν τοῦ φόρου τοῦ βαλανείου τοῦ ἐν Θώλθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ ὀγδόου ἔτους, μηδʼ ἐξὸν μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ ἐπελθεῖν ἐπὶ Σωγένην περὶ τῶν ὄνων
τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομένων ἐγγόνων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ Νίκανδρος ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντιναοῦν τρόπον, ἡ μὲν ἔφοδος τῶι ἐπιπορευομένωι
ἄκυρος ἔστω[…]
[B]
[…]προσαποτεισάτω Νίκανδρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Σωγένει καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , καὶ ἡ πρᾶξις ἔστω Σωγένει παρὰ Νικάνδρου καὶ
τοῦ ἐπιπορευομένου ὑπὲρ αὐτοῦ πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπιφέρηται. μάρτυρες·
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν
Εὐεργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου
τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν
καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου, μηνὸς Δίου, ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. …εχ…… Νίκανδρος[…] Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Σωγένους Μακεδόνος τῶν Ἐνδίου χιλιάρχου χαλκοῦ
νομίμου ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς τετρακοσίας τιμὴν τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων
θηλείων τριῶν , μιᾶς μελαίνης, δύο
δὲ λευκῶν. αὗται δʼ εἰσὶν αἱ τετρακόσιαι δραχμαὶ τὸ λοιπὸν τοῦ φόρου τοῦ βαλανείου τοῦ ἐν Θώλθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ ὀγδόου ἔτους, μηδὲ ἐξὸν
μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ ἐπελθεῖν ἐπὶ Σωγένην
περὶ τῶν ὄνων τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομένων ἐγγόνων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ Νίκανδρος ἢ ἄλλος τις ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντιναοῦν τρόπον, ἡ μὲν ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Νίκανδρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Σωγένει καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , καὶ ἡ πρᾶξις ἔστω
Σωγένει παρὰ Νικάνδρου καὶ τοῦ ἐπιπορευομένου ὑπὲρ αυτοῦ πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπιφέρηται. μάρτυρες·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.