Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.heid.8.414

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὡς ἐτῶν[…]…[…]ς, ἀναφάλανθος, ὑποχάροπος,[…] Κρατεύας Μακεδὼν τῶν Αὐτομέδοντος ἰδιώτης. μαρτυρεῖ Πτολεμαίωι, πρὸς ὃν καθίσταται Νικάδας. τοῦ κα ἔτους, μηνὸς Περιτίου τριακάδι, παρὼν ἐν κώμηι Νε-[…]τοῦ Ἡρακλεοπολίτου νομοῦ ἐπεγράφην μάρτυς μετʼ ἄλλων ἐπὶ συγγραφῆς ὁμολογίας ἣν συνεγράψατο Νικάδας καθʼ οὗ μαρτυρῶ Πτολεμαίωι ὧι μαρτυρῶ, διʼ ἧς ὡμολόγει προέχειν πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα , τὴν γινομένην αὐτῶι ἔκθετον πᾶσαν τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους. σφραγισθείσης δὲ τῆς προειρημένης συγγραφῆς ὑπό τε Νικάδου καὶ Πτολεμαίου κἀμοῦ καὶ τῶν ἄλλων μαρτύρων ἔλαβον ἐγὼ τὴν συγγραφὴν τῆς ὁμολογίας κυρίαν φυλάσσειν, ἣν ἔτι καὶ νῦν ἔχω κυρίαν. ἔστιν δὲ τῆς συγγραφῆς ἀντίγραφον τόδε· βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑνὸς καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Χρυσέρμου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Τρυφαίνης τῆς Νυμφίωνος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημητρίας τῆς Φιλίνου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Περιτίου τριακάδι, ἐν κώμηι Νε…[…]τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογεῖ Νικάδας Μακεδὼν τῶν Αὐτομέδοντος[…] προέχειν παρὰ Πτολεμαίου Μακεδόνος τῶν Αὐτομέδοντος ἰδιώτου πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα τὴν γινομένην αὐτῶι ἔκθετον τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους […]σας αὐτ[…] […] μίσθωσιν πυρ[…] … […]ενην τι[…] … […]…χωι ς…[…] … Πτολεμαίωι […] … […]υτου Πτολεμαίου. ἐὰν δʼ ἐπέλθηι Νικάδας ἢ ἄλλος ὑπὲρ Νικάδου ἐπὶ Πτολεμαῖον ἢ τοὺς παρὰ Πτολεμαίου ἐνκαλῶν ἢ ἐνεχυράζων[…]υς τῶν πυρῶν τὰς ἑκατὸν πεντήκοντα ἀρτάβας, περὶ ὧν γέγραπται, τῆς ἐκθέτου ἧς ἀπέχει παρὰ Πτολεμαίου, ἥ τε ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Νικάδας Πτολεμαίωι ἐπίτιμον χαλκοῦ τάλαντα δέκα καὶ τὸ βλάβος καὶ ἡ πρᾶξις ἔστω Πτολεμαίωι κατὰ τὸ διάγραμμα, κύριος δʼ ἔστω καὶ ἄλλος ὑπὲρ Πτολεμαίου πράσσων κατὰ ταὐτὰ καὶ μηθὲν ἧσσον ἡ συγγραφὴ τῆς ἐκθέτου ταύτης ἥδε κυρία ἔστω. μάρτυρες· Κρατεύας ,[…] Κάσσανδρος, Ἀσκληπιάδης, οἱ τέσσαρες ἰδιῶται, …[…] Κάσσανδρος ἰλάρχης, οἱ ἓξ Μακεδόνες τῶν Αὐτομέδοντος. Νικάδας προέχω τὴν γινομένην μοι ἔκθετον καθότι προγέγραπται καὶ δέδωκα κυρίαν Κρατεύαι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.