no image
DDbDP-text
Renunciation of Claims via APIS-papyrus
Linked by Trismegistos ID
TM 8060.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους ἕκτου καὶ εἰκοστοῦ
ἐφʼ ἱερέως[…]Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου[…]μηνὸς Δύστρου ἐν Φεβίχι τοῦ Κωίτου. συγγραφὴ ἀποστασίου
Ἀνδρονίκου τοῦ[…]τῆς ἐπιγονῆς καὶ Ἀλεξάνδρου τοῦ Ἀνδρονίκου Ἰουδαίου μετὰ
[…]τῶν Ζωίλου δεκανικοῦ. ὁμολογοῦσιν διαλελύσθαι πρὸς ἀλλήλους πάντα τὰ ἐγκλήματα περὶ ὧν ἐνεκάλεσαν ἀλλήλοις τῶν ἐπάνω χρόνων, μὴ ἐξέστω δὲ Ἀνδρονίκωι
ἐπελθεῖν ἐπʼ Ἀλέξανδρον μηδʼ Ἀλεξάνδρωι ἐπʼ Ἀνδρόνικον μηδʼ ἄλλωι ὑπὲρ αὐτῶν ἐπιφέροντάς τι ἔγκλημα παρευρέσει μηδεμιᾶι περὶ μηθενὸς τῶν προγεγονότων αὐτοῖς πρὸς ἀλλήλους ἐγκλημάτων ἕως
ἔτους ἕκτου καὶ εἰκοστοῦ καὶ μηνὸς Δύστρου. ἐὰν δὲ ἐπέλθηι ὁπότερος […]…[…]ερ[…]… ἐπὶ τὸν ἕτερον ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος[…]τ… ἔστω, ἐκτεισάτω δʼ ὁ ἐπιπορευόμενος ὧι ἐὰν
ἐπέλθηι[…]ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ οὗ ἂν ἐπιφέρηται.[…]μάρτυρες Νικόβιος Χαλκιδεύς, Διονυσόδωρος Κρωμνίτης[…]… οὗτοι τῶν Ζωίλου, Στράτων[…]κλεους Ἐρυθραῖος τῆς ἐπιγονῆς[…]ωτης τῆς ἐπιγονῆς λειτουργός,[…]κρ[…]…[…]υς
[…] Διωξάνδρου Βοιώτιος τῆς ἐπιγονῆς λειτουργός.
[…]συγγραφοφύλαξ Διονυσόδωρος.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως[…]Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου[…]μηνὸς Δύστρουἐν Φεβίχι τοῦ Κωίτου.
συγγραφὴ ἀποστασίου Ἀνδρονίκου τοῦ[…]τῆς ἐπιγονῆς καὶ Ἀλεξάνδρου
τοῦ Ἀνδρονίκου Ἰουδαίου μετὰ[…]τῶν Ζωίλου δεκανικοῦ. ὁμολογοῦσιν διαλελύσθαι πρὸς ἀλλήλους πάντα τὰ ἐγκλήματα περὶ ὧν ἐνεκάλεσαν ἀλλήλοις
τῶν ἐπάνω χρόνων, μὴ ἐξέστω δὲ Ἀνδρονίκωι ἐπελθεῖν ἐπʼ Ἀλέξανδρον μηδʼ Ἀλεξάνδρωι ἐπʼ Ἀνδρόνικον μηδʼ ἄλλωι ὑπὲρ αὐτῶν ἐπιφέροντάς τι ἔγκλημα παρευρέσει μηδεμιᾶι περὶ μηθενὸς
τῶν προγεγονότων αὐτοῖς πρὸς ἀλλήλους ἐγκλημάτων ἕως ἔτους ἕκτου καὶ εἰκοστοῦ
καὶ μηνὸς Δύστρου. ἐὰν δὲ ἐπέλθηι ὁπότερος[…] ἐπὶ τὸν ἕτερον ἥ τʼ ἔφοδος τῶι
ἐπιπορευομένωι ἄκυρος […]ἔστω, ἐκτεισάτω δʼ ὁ ἐπι-πορευόμενος ὧι ἐὰν ἐπέλθηι[…]ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ οὗ ἂν ἐπιφέρηται.[…]μάρτυρες Νικόβιος Χαλκιδεύς, Διονυσόδωρος
Κρωμνίτης[…] οὗτοι τῶν Ζωίλου, Στράτων
[…]κλεους Ἐρυθραῖος[…]ωτης τῆς ἐπιγονῆς λειτουργός,
[…] Διωξάνδρου Βοιώτιος τῆς ἐπιγονῆς
λειτουργός.[…]συγγραφοφύλαξ Διονυσόδωρος.
[v]
Ἀνδρονίκου
Ἀλεξάνδρου
Διονυσοδώρου
…ετι…[…]
Φίλωνος
Στράτωνος
Διονυσίου
Νικοβίου
ΤιμοστράτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.