no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5865.
Each record below describes this same artifact or text from a different angle.
ἔτους κβ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν
καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι
μηνὸς Δύστρου κβ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ προέδρου
Ζηνοθέμιδος· δικασταὶ Διομήδης Πολυκλῆς Ἄνδρων Θεοφάνης Μαιάνδριος
Σώνικος Διοτρέφης. καθίσαντος ἡμᾶς Πολυδεύκου τοῦ εἰσαγωγέως κατὰ τὸ
παρὰ Ἀριστομάχου τοῦ πρὸς τῆι στρατηγίαι τοῦ Ἀρσινοίτου νομοῦ τεταγμένου
γραφὲν αὐτῶι πρόσταγμα οὗ ἐστιν ἀντίγραφον τόδε· Πολυδεύκει χαίρειν.
ἠξίωκεν τὸν βασιλέα διὰ τῆς ἐντεύξεως ἡ Ἡράκλεια καθίσαι[…]ομοσαντας πάντας δικαστὰς πλὴν ὧν ἂν ἑκάτερος ἐξαναστήσηι κατὰ τὸ διάγραμμα. ἔτους κα Δύστρου ιϛ Παχὼν ιθ. τάδε ἔγνωμεν περὶ τῆς δίκης ἧς ἐγράψατο
Δωσίθεος Ἡράκλειαι κατὰ τὸ ἔγκλημα τόδε· Δωσίθεος[…]ιου Ἰουδαῖος
τῆς ἐπιγονῆς Ἡράκλειαι Διοσδότου Ἰουδαίαι. καθὰ[…]
σαυτὴν κατηγορήσας ὅτι τοῦ κα ἔτους μηνὸς Περιτίου κβ ἐσιόντος ἐμοῦ
τε καὶ ἄλλων ἐν τῆι Ἀπίωνος[…]ἀπὸ τῆς λεγομένης
Πασύτιος οἰκίας ἥ ἐστιν ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ
ἀπέναντι τῆς λεγομένης Πασύτιος οἰκίας τοῦ μ[…]παραγενομένη εἰς τὸν
τόπον τοῦτον μετὰ Καλλίππου τοῦ[…]αν[…]ου ἐλοιδόρησας
φαμένη με εἰρηκέναι πρός τινας διότι[…]τὴν
γυναῖκα, ἐμοῦ δέ σε ἀντιλοιδοροῦντος οὕτως ἐπτύσας ὥστε[…]
καὶ λαβομένη μου τῆς ἀναβολῆς τοῦ ἱματίου πετ[…]ς με
καὶ[…]πες ἕως ὅτου α[…]πολλάκις
Καλλίππου τοῦ προγεγραμμένου β[…]τῶν δὲ παρόντων
ἐπιτιμώντων σοί τε καὶ Καλλίππωι […]
[…]διετελέσω σὺ ὑβρίζουσα […]…[…]
[…]α ἐπεμαρτυράμην. διὸ δικάζομαί σοι κατὰ
[…]τὴν ὕβριν δραχμὰς σ, τίμημα τῆς δίκης δραχμὰς[…]. ὑβρισμένος δὲ καὶ
τὸ αν[…]καὶ διὰ τοῦ ἐγκλήματος τοῦδε ἐνεπισκήπτομαι. ἔτους κα ἐφʼ
ἱερέως Γαλέστου τοῦ Φιλιστίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν
Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Σωσιπόλιος
μηνὸς[…]ʼϛ. ἡ δὲ δίκη σοι γραφήσεται ἐν τῶι δικαστηρίωι τῶι ὄντι ἐν
τῶι Ἀρσινοίτηι νομῶι οὗ εἰσαγωγεὺς Πολυδεύκης ἔτους κα μηνὸς Περιτίου[…] καὶ τὸ ἔγκλημα ἔχεις κληθεῖσα ἐνώπια· κλήτορες[…]
φάνης Νικίου Θρᾶιξ τῶν ἐπέργων, Ζώπυρος Συμμάχου Πέρσης
τῆς ἐπιγονῆς. τούτου δὲ τοῦ ἐγκλήματος ὄντος καὶ Δωσιθέου
μὲν οὐ παρόντος καὶ οὔτε τὸν γραπτὸν λόγον θεμένου οὔτε
[…]γομένου τ[…]ορην, Ἡράκλειας δὲ παρούσης μετὰ κυρίου Ἀριστίδου τοῦ Πρωτέου Ἀθηναίου τῆς ἐπιγονῆς καὶ ἅμα τε
γραπτὸν λόγον θεμένης καὶ τὰ δικαιώματα βουλομένης τε ἀπολογεῖσθαι τὴν δίκην ἐπειδὴ καὶ τὸ διάγραμμα ὃ καὶ παρέδοτο
ἐν τοῖς δικαιώμασιν ἡ Ἡράκλεια συνστῆσαι καὶ δικάζειν[…]
κως ὅσα μὲν ἐν τοῖς βασιλέως Πτολεμαίου διαγράμμασιν εἰδὴ
γεγραμμένα ἢ ἐμφανίζηι τις ἡμῖν κατὰ τὰ διαγράμματα ὅσα τε
μή ἐστιν ἐν τοῖς διαγράμμασιν ἀλλʼ ἐν τοῖς πολιτικοῖς νόμοις κατὰ τοὺς νόμους, τὰ δʼ ἄλλα γνώμηι τῆι δικαιοτάτηι[…]
[…]συντάσσει ἐὰν δὲ ἀμφοτέρων τῶν ἀντιδίκων κληθέντων ἐν τῶι δικαστηρίωι ἑκάτερος οὖν αὐτῶν μὴ βούληται γραπτὸν λόγον θέσθαι[…]……ορην ἢ ἀποδέχεσθαι ἢ συθασθαι […]
[…]κρινέτωσαν ἀδικῆσαι. ἀπεδικάσαμεν τὴν δίκηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.