Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.flor.1.56 21. Okt. 233 - 3. Juli 234Hermopolites

Notificazione allo stratego via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 23566. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[…]Αυρηλίῳ Παυλίνῳ στρατηγῷἙρμοπολείτου παρὰ Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς συνεστῶτος αὐτῇ Αὐρηλίου Ἀθηνόδωρου Ἡρωδιανοῦ ?. οὗ παρεκόμισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ὑπομνήματος ἐμβαδείας ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περὶ σὲ ὑπηρετῶν ὅπως μεταδοθῇ τοῖς οὖσι π… ἵνα ἐν ταῖς ὁρισθείσαις ἡμέραις δέκα ἐκχωρήσωσι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ […]Αὐρήλιος Ἰσίδωρος ὁ καὶ Θερμουθίων ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ἑρμοπολείτου χαίρειν. τῆς τετελειωμένης ἐμβαδείας ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιγ Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου Φαῶφι κδ. Αὐρήλιος Ἁρποκρατίων σεσημείωμαι. ἀναγνωσθείσης ἐντεύξεως Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος Ἀντωνᾶτος ἀστῆς, τῆς δὲ διʼ αὐτῆς δεδηλωμένης καταγραφῆς ὑπογεγραμμένης ἐπενηνεγμένης καὶ τοῦ λεγομένου διαπεστάλθαι Αὐρηλίου Θέωνος ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἵνʼ ἐὰν παροῦσα ἐπʼ αὐτὸν ἡ Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς καὶ εὐδοκῇ τούτοις καὶ προῆται μετὰ κυρίου νομίμου τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα διαστειλάμενος τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις δέκα μετὰ ταῦτα συντελῆται τὰ τῆς ἐμβαδείας, ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Μηουίῳ Ὀνωρατιανῷ.Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς Ἥρωνος Ἀντωνᾶτος ἀστὴ καταγέγραμμαι κατὰ τὰ προστεταγμένα ἐξ ἐνεχυρασίας καὶ προσβολῆς κατὰ συνχώρησιν τελειωθεῖσαν τῷ ἐνεστῶτι ιγ ἔτει κα…[…]πρότερον τοῦ ὑποχρέου Αὐρηλίου Κάστορος Παυσείριος Ἥρωνος ἀπὸ κώμης Μοιρῶν τοῦ Ἑρμοπολείτου νομοῦ τάς τε ὑπηλλαγμένας ε[…]σι[…] κατὰ διαγραφὴν τῆς ἐν Κούσσαις τοῦ αὐτοῦ Ἑρμοπολείτου νομοῦ δημοσίας τραπέζης τῷ μετὰ τὴν τοῦ Θεοῦ Ἀντωνίνου μεγάλου αὐτοκρατορείαν δ ἔτει μηνὶ Ἁδριανῷ ὑπαρχούσας αὐτῷ ἐν τῷ Κουσσείτῃ ἄνω περὶ Μοίρας ἐκ τοῦ Θηρήους κλήρου […]ἀρούρας εἴκοσι τέταρτον καί, διὰ τὸ μὴ βιάζειν, ὃ προσπαρέδειξα τοῦ αὐτοῦ ὑποχρέου μου ὁμοίως ἥμισυ μέρος οἰκίας καὶ τοῦ ἐξ ἀπηλιώτου προαιθρίου καὶ συνκυρόντων καὶ χρηστηρίων[…]υ κήπου ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι τῆς αὐτῆς κώμης Μοιρῶν πρός τε τὰς ὀφειλομένας μοι ὑπὸ τοῦ αὐτοῦ ὑποχρέου μου κατὰ τὴν αὐτὴν δεδηλωμένην διαγραφὴν κεφαλαίου καὶ τόκων ἀργυρίου δραχμῶν ἑπτακοσίων τριακονταδύο πρός τε τὸ φ… κεφάλαιον καὶ τοὺς δραχμιαίους αὐτοῦ τόκους καὶ πρὸς τὰ τέλη καὶ πρακτορικὰ καὶ τὰς ἄλλας δαπάνας ἐφʼ οἷς ἄλλοις ἡ τῆς καταγραφῆς συνχώρησις περιέχει, διʼ ἧς καὶ αἱ γειτνίαι ἐδηλώθησαν, βουλομένη δὲ τὰ τῆς ἐμβαδείας ἐπιτελεσθῆναι δέομαι ἐπὶ τῆς διαλογῆς συνκρῖναι γράψαι τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἐμβιβάσαι με εἰς τὰ καταγραφέντα ὡς πρόκειται πάντα καὶ συνεπισχύειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν περιεσομένων καὶ ἐν οἷς ἄλλοις αὐτοῦ προσδέομαι περὶ τούτων τοῖς προστεταγμένοις ἀκολούθως μὴ ἐλαττουμένης μου καὶ ἐν οἷς ἑτέροις ἔχω δικαίοις ὡς καθήκει. ἔτους ιγ Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι γ Σεβαστῇ. Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς Ἥρωνος ἐπιδέδωκα. Αὐρήλιος Ἀθηνόδωρος Ἡρώδου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Ἑρμῖνος ὑπηρέτης μετέδωκα Αὐρηλίῳ Ἀχιλλάμμωνι Ἑρμησίωνος γεωργῷ ἐνώπιον ὡς καθήκει καὶ συνοίκῳ. ἔτους ιγ Ἐπεὶφ θ. Αὐρήλιος Παμοῦνις Κάστορος μητρὸς Ταύριος ὡς ἐτῶν θ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἀφῆλιξ κληρονόμος τοῦ προκειμένου ὑποχρέου μετέλαβα τούτου τὸ ἴσον ἐνώπιον ὡς καθήκει λόγου μοι φυλασσομένου πρὸς τὴν προκειμένην Ἀρητοῦν περὶ ὧν ἔχω παντοίων καθʼ ὁντιναοῦν τρόπον δικαίων. ἔτους ιγ Ἐπεὶφ ι. Αὐρήλιος Σιλβανὸς Ἑρμίνου ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα. Αὐρήλιος Ἑρμεῖνος ὑπηρέτης μετέδωκα Αὐρηλίῳ Ἀχιλλάμμωνι Ἑρμησίωνος γεωργῷ τῷ συνοίκῳ καὶ Αὐρηλίῳ Παμούνει Κάστορος μητρὸς Ταύριος ἀφήλικι κληρονόμῳ τοῦ διʼ αὐτοῦ δηλουμένου ὑποχρέου ἐνώπιον ὡς καθήκει. ἔτους ιγ Ἐπεὶφ ιγ.

Connections

Found at Hermopolites

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.