no image
DDbDP-text
Permission to Execute a Pledge via HGV-meta
Linked by Trismegistos ID
TM 10747.
Each record below describes this same artifact or text from a different angle.
[…]ρος ὁ καὶ Πωλλίων ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τῆς
Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ χαίρειν. τῆς τελειωθείσης ἐνεχυρασίας
ἀντίγραφον ὑπόκειται. γέγραφα οὖν σοι ἵνʼ εἰδῇς. ἔρρωσο. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι ϛ.
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Φαμενώθ. χρηματισταὶ Τίτοι Φλάουιοι Ἀπολλόδωρος καὶ Ποπλιενὸς οἱ τὰς ἐντεύξεις διαλέξαντες.
ἀναγνωσθείσης ἐντεύξεως Ἡρακλείας τῆς Ἑρμοῦτος, τῆς
δὲ διʼ αὐτῆς σημαινομένης συνγραφῆς ὑπογεγραμμένης ἐκ
τῆς τοῦ Ναναίου βιβλιοθήκης ἐπενηνεγμένης, καὶ τοῦ λεγομένου
διαπεστάλθαι ἀνδρὸς αὐτῆς Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου τοῦ Ἡρακλείδου ὑπογεγραφηκότος· διαπέσταλμαι πρὸς τὴν τοῦ χρηματισμοῦ
τελείωσιν, συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς
ἐντεύξεως ἀντίγραφον τῷ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ καὶ τῷ τοῦ αὐτοῦ νομοῦ ξενικῶν πράκτορι
ἵνʼ, ἐὰν παροῦσα ἐπʼ αὐτοὺς ἡ Ἡράκλεια εὐδοκῇ τούτοις μετὰ κυρίου
καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν
περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ
μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι μηδʼ ἔχειν τι εἰς τὰ πρασσόμενα
ἀπερίλυτον δʼ εἶναι τὴν ὀφειλήν, τὸ τηνικαῦτα μεταδοθέντος
τῶν γραμμάτων τούτων ἀντιγράφου τοῖς τῆς διὰ τῆς ἐντεύξεως ἐνεχυραζομένης ὑποχρέου λεγομένης τετελευτηκέναι
κληρονόμοις τελείοις ἐνωπίῳ, ἵνʼ εἰδῶσι, καὶ ἐὰν μὴ …
[…]…ωσι ἐν ἡμέραις δέκα , μετὰ ταύτας συντελῶσι τὰ τῆς πράξεως ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως.
Φλαουίωι Τιτιανῶι
Ἡράκλεια Ἑρμοῦτος τοῦ Διδύμου Ἀντινοῒς κάτοικος τῶν ἐν τῷ
Ἀρσινοείτῃ Ἑλληνίδων. ὀφειλομένων τῷ τοῦ πατρός μου
Ἑρμοῦτος ἀδελφῷ Λυσιμάχῳ κατὰ συνγραφὴν γεγονυῖαν διὰ
τοῦ ἐν κώμῃ Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ γραφείου ὑπὸ Ἰσιδώρας τῆς Λυσιμάχου τῷ τετάρτῳ ἔτει θεοῦ Τραιανοῦ …… πυροῦ ἀρταβῶν εἴκοσι ἓξ μέτρῳ τετραχοινίκῳ, ὧν τὴν ἀπόδοσιν ὡμολόγησεν ποιήσεσθαι ἕως Παῦνι τοῦ αὐτοῦ ἔτους ἐφʼ οἷς ἡ συνγραφὴ περιέχει
τῆς δὲ ἀποδόσεως μὴ γεγονυίας, τετελευτηκότων δὲ
τοῦ μὲν δανείσαντος Λυσιμάχου καὶ τῆς ὑποχρέου, καὶ τῶν μὲν
τοῦ Λυσιμάχου καταχωρούντων εἰς ἐμέ, τῶν δὲ τῆς Ἰσιδώρας εἰς κληρονόμους ἄλλους, βούλομαι τὴν πρᾶξιν συστήσασθαι καὶ δέομαι ἐπὶ τῆς διαλογῆς συνκρῖναι γραφῆναι
τῶι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ καὶ
τῶι τοῦ νομοῦ ξενικῶν πράκτορι συντελεῖν μοι τὴν
πρᾶξιν τῶν τοῦ πυροῦ ἀρταβῶν εἴκοσι ἓξ ἔκ τε τοῦ
ὑπηλλαγμένου πρὸς τὸ δάνειον διὰ τοῦ τῶν ἐνκτήσεων βιβλιοφυλακείου ἐν τῇ Τεπτύνει μέρους διμοίρου οἰκίας διστέγου
καὶ αἰθρίου καὶ αὐλῆς καὶ ἄλλων χρηστηρίων καὶ ἐξ ὧν ἐὰν ἄλλων
ἑλεῖν κελεύω τῆς ὑποχρέου εἰς ἐνεχυρασίαν ἐπὶ τῶν τόπων
ὑπαρχόντων καὶ ἑτέρων, ἀπαραποδίστως τοῖς προγεγραμμένοις
ἀκολούθως, μὴ ἐλαττουμένης μου περὶ τῆς τοῦ πυροῦ ἡμιολίας καὶ περὶ ὧν ἄλλων ὀφείλει μοι καθʼ ἃς ἔχω ἀσφαλείας
κεφαλαίων καὶ τόκων. διαπέσταλμαι δὲ τὸν ἄνδρα μου Ἡρακλείδην τὸν καὶ Οὐαλέριον Ἡρακλείδου Ἀντινοέα ἄποικον τῶν
ἐν Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων.
σεσημείωμαι. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Φαρμοῦθι α
σεσημείωμαι Φαρμοῦθι α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.