no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5882.
Each record below describes this same artifact or text from a different angle.
μηδʼ ἡμᾶς μηδʼ ἄλλον μηδένα τῶν παρʼ ἡμῶν ἐπελεύσεσθαι ἐφʼ
ὑμᾶς ἀπὸ τοῦ νῦν ἕως τοῦ ἀεὶ χρόνου περὶ τῶν λε
ἀρουρῶν.ὅσα δὲ ἔχομεν καὶ ὃ ἐὰν ἐπικτησώμεθα
ἐνέχυρον τῶν προγεγραμμένων πάντων, ἐὰν μὴ ποιῶμεν
καθὼς πρόκειται ἀνεπιεικὲς καὶ ἀναμφίλεκτον πάντως. μονογράφος
Θοτορταῖος Νεχθμίνιος ὁ γράφων παρὰ τῶν ἱερέων τῆς
Ἁθερνεβενταίεως καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργέτων
καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων
καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργέτων τῶν πέντε
φυλῶν.μάρτυρες ιϛ.
ἀντίγραφα ἐπιστολῶν ὧν ἔγραψεν Διονύσιος ὁ ἐπιστάτης τοῦ νομοῦ Νεχούθει τῶι ἐπιστάτηι
Παθύρεως. Διονύσιος Νεχούθει χαίρειν. ἐπέδειξεν ἡμῖν Θράσων ὑπογραφὴν γεγενημένην ἐπὶ τῶν συνακολουθοῦντων
Βοήθωι ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαΐδος, διʼ ἧς συνεκέκριτο καὶ περὶ
[…]…ια[…]…ης δʼ ἡγουμένων ἐπὶ τῶν ὀρθῶς […]
μηδενὶ ἐπιτρέπειν εἰσβιάζεσθαι εἰς τὰ σημαινόμενα
χωρία. ἔρρωσο. ἔτους λζ Φαῶφι.
Διονύσιος Νεχούθηι χαίρειν …
[… 4 lines lost …]
… ἔτους λζ Φαῶφι ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.