Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.14.676 4. Aug. 272Oxyrhynchos

Epicrisis for Membership of the Gymnasium via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 15708. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[… ? lines lost …] […] …ιτω […] τους ε…[…] ου…κος […] […]…φίλου …[…]μετηλλαχότος καὶ […] Μάρκος Αὐρήλιος Θῶνις μητρὸς Θερμουθίου ὢν πρὸς τό ἐνεστὸς γ ἔτος ἐτῶν ιδ, οὐλὴν μὴ ἔχων[…]μεὺς μανθάνων. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦΟὐεσπασιανοῦ τῶν ἐκ τοῦ γυμνασίου ἐπίκρισιν ἐπικεκρίσθαι τὸν τοῦ πάππου αὐτοῦ προσβαίνοντος πρόπαππον Ἀπολλώνιον ἐπʼ ἀμφόδου Πλατείας ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσι, καὶ τὸν τοῦ πατρὸς αὐτοῦ πρόπαππον Διονύσιον τὸν καὶ[…] προσβάντα τῷ δ ἔτει θεοῦ Τραιανοῦ ἐπικεκρίσθαι ἐπʼἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν πρόπαππον αὐτοῦ Διογένην προσβάντα τῷ ια ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν πάππον αὐτοῦ Ἀμοῦν […] προσβάντα τῷ κα ἔτει θεοῦ Κομμόδου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν πατέρα αὐτοῦ Κοπρέα προσβάντατῷ ε ἔτει τῆς μετὰ θεὸν Σεουῆρον Ἀντωνίνον βασιλείας ἐπικεκρίσθαι ἐπὶ ταῖς προκειμέναις ἀποδείξεσιν ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς, καὶ τὸν τοῦ προπάππου τῆς μητρὸς τοῦ αὐτοῦ προσβαίνοντος πρόπαππον Σαραπίωνα Θεωνίνου ἐν εἴδει τῶν τῷ γ ἔτει καὶ δ ἔτει Νέρωνος ὑπὸ Κουρτίου Παυλίνου χιλιάρχου ἐπικεκριμένων ἐπʼ ἀμφόδου Μυροβαλάνου, καὶ τὸν τοῦ πάππου αὐτῆς πρόπαππον Θέωνα προσβάντα τῷ δ ἔτει Δομιτιανοῦ ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν τοῦ πατρὸς αὐτῆς πρόπαππον Σαραπίωνα προσβάντα τῷ ιε ἔτει θεοῦ Τραιανοῦ ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν πρόπαππον αὐτῆς Εὔφελλιν προσβάντα τῷ κα ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ, καὶ τὸν πάππον αὐτῆς Ἄντι… προσβάντα τῷ λβ ἔτει θεοῦ Κομμόδου ἐπʼ ἀμφόδου Μυροβαλάνου, καὶ τὸν πατέρα αὐτῆς Σαραπίωνα προσβάντα τῷ δ ἔτει θεοῦ Ἀλεξάνδρου ἐπικεκρίσθαι ἐπὶ ταῖς αὐταῖς ἀποδείξεσιν ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου. παρέσχον δὲ τῆς ἐπικρίσεως γνωστῆρας καὶ ὀμνύω τὴν Αὐρηλιανοῦ Καίσαρος τοῦ κυρίου Σεβαστοῦ τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ εἶναι τὸν Θῶνιν φύσει τοῦ Κοπρέως καὶ τῆς Θερμουθίου υἱὸν καὶ μήτε θέσει μήτε ὑπόβλητον μηδὲ ἀλλοτρίαις ἀσφαλείαις ἢ ὁμωνυμίαις κεχρῆσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Γουθθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ια. Αὐρήλιος Σεύθης ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σαραπίων Διογένους μητρὸς Ἑλένης ἀπὸ τῆς πόλεως γνωστέυω τὸν Θῶνιν ὄντα φύσει υἱὸν τοῦ Κοπρέως καὶ τῆς Θερμουθίου ὡς πρόκειται. Αὐρήλιος Ἀμόις Ἀφυνχίου μητρὸς Ἀώλεως […]ως συνγνωστεύω τὸν Θῶνιν ὡς πρόκειται. Αὐρήλιος Ἰοῦστος Ἡρακλάμμωνος μητρὸς Ἴσειτος συνγνωστέυω τὸν Θῶνιν ὡς πρόκειται.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.