no image
DDbDP-text
Auction of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 20416.
Each record below describes this same artifact or text from a different angle.
Ἀσκληπιάδῃ τῷ καὶ Σαραπίωνι ἱερεῖ ἐνάρχῳ
ἐξηγητῇ
παρὰ Ὡρίωνος Πανεχώτου τοῦ Δωρᾶτος μητρὸς Ταοῦτος καὶ Ἀπολλωνίου Δωρίωνος
τοῦ Ἡρᾶτος μητρὸς Θαήσιος καὶ Ἀβασκάντου
ἀπελευθέρου Σάμου Ἡρακλείδου τῶν τριῶν
ἀπὸ Ὀξυρύγχων πόλεως ἐπιτρόπων ἀφηλίκων τέκνων Θέωνος τοῦ καὶ Διονυσίου
Εὐδαιμονίδος μητρὸς Σινθεῦτος καὶ Διονυσίου καὶ Θαήσιος ἀμφοτέρων μητρὸς
Ταύριος τῶν τριῶν ἀπὸ τῆς αὐτῆς πόλεως.
ὑπάρχει τοῖς αὐτοῖς ἀφήλιξι τῇ μὲν Εὐδαιμονίδι ἕκτον μέρος τῷ δὲ Διονυσίῳ καὶ
Θαήσει ἥμισυ μέρος τὸ ἐπὶ τὸ αὐτὸ δίμοιρον
μέρος πατρικοῦ αὐτῶν δούλου Σαραπίωνος
ὡς ἐτῶν λ οὗ τὸ λοιπὸν τρίτον ὂν τοῦ ὁμοπατρίου αὐτῶν ἀδελφοῦ Διογένους ἠλευθέρωται ὑπʼ αὐτοῦ. ὅθεν ἐπιδίδομεν τὸ βιβλίδιον ἀξιοῦντες κατὰ τὸ δηλούμενον
τῶν ἀφηλίκων δίμοιρον μέρος τὴν προκήρυξιν γενέσθαι καὶ τὴν ἀμείνονα
αἵρεσιν διδόντι παραδοθῆναι. ἔτους κζ
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
Σαρματικοῦ Γερμανικοῦ Μεγίστου
Βρεταννικοῦ Θώθ. Ὡρίων Πανεχώτου
ἐπιδέδωκα. Ἀπολλώνιος Δωρίωνος συνεπιδέδωκα. Ἀβάσκαντος ἀπελεύθερος
Σάμου Ἡρακλείδου συνεπιδέδωκα. Διογένης
Θέωνος τοῦ καὶ Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ
μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.