no image
DDbDP-text
Notice of Removal via HGV-meta
Linked by Trismegistos ID
TM 20521.
Each record below describes this same artifact or text from a different angle.
Διδύμωι καὶ Ἀπολλωνίωι
τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι
παρὰ Θαμούνιος τῆς
Ὀννώφριος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου
Σαραπίωνος τοῦ Σαραπίωνος.
ὁ υἱός μου Θοῶνις Διονυσίου
ἄτεχνος ἀναγραφόμενος
ἐπὶ λαύρας Τευμενούθεως
ἀνεχώρησεν εἰς τὴν
ξένην τῶι διελθόντι
χρόνῳ. διὸ ἀξιῶ ἀναγράφεσθαι
τοῦτον ἐν τοῖς ἀνακεχωρηκόσιν
ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου
ἔτους Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος,
καὶ ὀμνύω Τιβέριον
Κλαύδιον Καίσαρα Σεβαστὸν
Γερμανικὸν Αὐτοκράτορα
ἀληθῆ εἶναι τὰ προγεγραμμένα,
καὶ μηδένα πόρον ὑπάρχειν
τῷ αὐτῷ Θοώνει α[…]
…[…]…νεστρατε…[…]
εὐορκούσῃ μέν μοι
εὖ εἴη, ἐπιορκούσῃ δὲ τὰ
ἐναντία. εὐτυχεῖτε.
Θαμούνιον Ὀννώφριος ἐπιδέδωκα τὸ ὑπόμνημα καὶ ὀμώμοκα τὸν προγεγραμμένον
ὅρκον. Σαραπίων Σαραπίωνος
ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ
γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας
γράμματα.
ἔτους δ Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, Τῦβι ιβ.
Θαμούνιον ὡς ἐτῶν νη μέση
ἄσημος οφ…[…]ε…[…]
τη […]…ξ…[…]εχ
…… ἄτεχνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.