no image
DDbDP-text
Agreement of Marriage via HGV-meta
Linked by Trismegistos ID
TM 20538.
Each record below describes this same artifact or text from a different angle.
Τρύφων Διονυσίου Πέρσης τῆς ἐπιγονῆς Σαραεῦτι Ἀπίωνος
μετὰ κυρίου Ὀννώφριος τοῦ Ἀντιπάτρου χαίρειν. ὁμολογῶ ἔχειν
παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου διὰ τῆς
Σαραπίωνος τοῦ Κλεάνδρου τραπέζης ἀργυρίου Σεβαστοῦ
καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς τεσσαράκοντα καὶ
τιμῆς ἐνωτίων χρυσῶν ζεύγους ἑνὸς ἀργυρίου δραχμὰς
εἴκοσι καὶ χιτῶνος γαλακτίνου ἀργυρίου δραχμὰς δέκα δύο ,
ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑβδομήκοντα δύο
κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται, ὑπὲρ ὧν καὶ
συνπέπεισμαι. τὰς δὲ τοῦ ἀργυρίου δραχμὰς ἑβδομήκοντα δύο ἀποδώσω σοι τῇ τριακάδι τοῦ Φαῶφι τοῦ εἰσιόντος
δευτέρου ἔτους Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ
Αὐτοκράτορος, χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶι
καθὰ γέγραπται ἐκτείσω σοι τὸ προκείμενον κεφάλαιον
μεθʼ ἡμιολίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. ἐὰν δὲ
ἀπαλλαγῶμεν ἀπʼ ἀλλήλων ἐξέσται σοι ἔχειν τὸ τῶν ἐνωτίων ζεῦγος ἐν τῆι ἴσῃ διατιμήσει. ἐπεὶ δὲ σύνεσμεν
ἀλλήλοις ἀγράφως προσομολογῶ ἐὰν ὡσαύτως ἐκ διαφορᾶς
ἀπαλλαγῶμεν ἀπʼ ἀλλήλων ἐνκύου σοῦ οὔσης δώσειν σοι
εἰς λόγον δαπάνης λοχείας[…]
κυρία ἡἀποχὴ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι.
ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος,
Παχὼν κζ Σεβαστῆι.
Τρύφων Διονυσίου ἔχω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑβδομήκοντα δύο
κεφαλαίου καὶ ἀποδώσω καθότι πρόκειται. Λέων Ἀπερῶτος γέγραφα ὑπὲρ αὐτοῦ διὰ
μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος,
Παχὼν κζ Σεβαστῆι.
Ὀννῶφρις Ἀντιπάτρου ἐπιγέγραμμαι τῆς Σεραηῦτος κύριος. Θέων
Παάπιος γέγραφα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους α Γαίου Καίσαρος
Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος, Παχὼν κζ Σεβαστῇ.
ἔτους πρώτου Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος
Παχὼν Σεβαστῆι. διὰ τῆς Σαραπίωνος τοῦ Κλεάνδρου τραπέζης
γέγονεν ἡ διαγραφή. Σεραηεὺς Ἀπίωνος ἀπέχω τὸ
προκίμενον κεφάλαιον κεφαλαίου καὶ οὐδέν
σε ἐνκαλῶ. Δίδυμος Βοηθοῦ ἔγραψεν ὑπὲρ αὐτῆς
μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς α[…]
ἔτους γ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος, Παοῖνι ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.