no image
DDbDP-text
Gild Ordinance via HGV-meta
Linked by Trismegistos ID
TM 12084.
Each record below describes this same artifact or text from a different angle.
[r]
…
[…]ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Ἥρωνα Ὀρσεῦτος σὺν ὧι ἐπάναγκον εὐωχείσθωσαν κατὰ μῆνα τῇ ιβ,
ἑκάστου εἰς ἐπιμήνιον τελοῦντος τὰς ἐξ ἴσου κατʼ ὄνομα κεκριμένας ἀργυρίου δραχμὰς δέκα δύο , κατὰ δὲ τοῦ ἀδωσιδικοῦντος ἐπὶ
τούτων καὶ τῶν ἄλλων ἐξέστω τῶι προστάτηι ἐνεχυράζειν. ἐὰν δέ τις ἐκπαροινήσῃ ζημιούσθω ὃ ἐὰν τῶι κοινῶι δόξηι.
ἐὰν δέ τινι σύλλογος παραγγελῆι καὶ μὴ παραγένηται, ζημιούσθω ἐπὶ μὲν τῆς κώμης δραχμὴν μίαν , ἐπὶ δὲ τῆς πόλεως δραχμὰς τέσσαρας .
ἐὰν δέ τις γαμήσῃ, δότω δραχμὰς β, παιδογονίου ἄρρενος δραχμὰς β, θηλείας δραχμὴν α, ἀγορασμοῦ ἐγγαίου δραχμὰς δ, ἀγέλης προβάτων δραχμὰς δ, κτηνῶν δραχμὴν α.
ἐάν τις παρίδῃ τινὰ ἐν ἀηδίᾳ καὶ μὴ συνεπισχύσῃ ἐπὶ τὸ συλλῦσαι αὐτὸν τῆς ἀηδίας, δότω δραχμὰς η. ὁ δʼ ἐν ταῖς εὐωχίαις
κατὰ κλισίαν προαναπίπτων τοῦ ἑτέρου δότω περισσότερον τριώβολον τοῦ ἰδίου τόπου ἕκαστος. ἐάν τις τοῦ ἑτέρου κατηγορήσῃ ἢ διαβολὴν ποιήσηται, ζημιούσθω δραχμὰς η. ἐάν τις τὸν ἕτερον ὑπονομεύσῃ ἢ οἰκοφθορήσῃ, ζημιούσθω δραχμὰς ξ. ἐάν τις πρὸς ἰδιωτικὸν
παραδοθῇ, ἐγγυάσθωσαν αὐτὸν ἕως ἀργυρίου δραχμῶν ἑκατὸν πρὸς ἡμέρας λ, ἐν αἷς ἀπευλυτήσει τοὺς ἄνδρας. εἴη μὲν ὑγιεία· ἐάν τις τῶν
συνοδιτῶν τελευτήσῃ, ξυράσθωσαν πάντες καὶ ἑστιάτωσαν ἡμέραν α, ἑκάστου παραχρῆμα εἰσφέροντος δραχμὴν α καὶ κάκεις δύο ,
ἐπὶ δὲ τῶν ἄλλων ἀνθρωπίνων ἑστιάτωσαν ἡμέραν α. ὁ ἐπὶ κεφαλικοῦ μὴ ξυρησάμενος ζημιούσθω δραχμὰς δ. ὁ ἐπὶ πάντων μὴ μιανθεὶς
μηδὲ στέμμα καταστήσας ἐπὶ τὸν τάφον ζημιούσθω δραχμὰς δ. τὰ δʼ ἄλλα ἃ ἐὰν τῶι κοινῶι δόξῃ. κύριος ἔστω ὁ νόμος ὑπογραφεὶς ὑπὸ τῶν
πλείστων· κύριος τῶι προστάτῃ ἀποδοθήτω. Ἡράκλειος Ἀφροδισίου ὡς ἐτῶν μβ οὐλὴ παρὰ μεσόφρυον.
Ὀρσῆς Κρονίδου ὡς ἐτῶν με οὐλὴ ὀφρύει.
Μιεῦς Ἁρμιύσιος ὡς ἐτῶν μϛ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν
Ἁρμιῦσις Φασῶτος ὡς ἐτῶν νε οὐλὴ … δεξι.
Ἥρων Ὀρσεῦτος εὐδοκῶ προστάτης καθὼς πρόκειται.
Σωτήριχος Σωτηρίχου εὐδοκῶ.
Πάτρων Πατύνιος εὐδοκῶ
Ἡρώδης Σωτηρίχου εὐδοκῶ.
Ψενοβάστις Ἡρώδου εὐδοκῶ
Ἡρώδης Ἡρώδου τοῦ Ἰσιδώρου εὐδοκῶ.
Ὀρσενοῦφις Ἁρμιύσιος εὐδοκῶ.
Ἀπολλόνιος Ἀφροδισίου εὐδοκῶ.
Ἡρακλῆς Ἀφροδισίου καὶ Ἁρμιῦσις Φασῶτος καὶ Ὀρσῆς
Κρονίδου καὶ Μιεῦς Ἁρμιύσιος εὐδοκοῦμεν καθὼς
πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Νικάνωρ
Ἡλιοδώρου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.
Ὀρσενοῦφις Ὥρου εὐδοκῶ.
Ὀρσενοῦφις Ἀφροδισίου εὐδοκῶ.
Ἡρακλᾶς Πτολεμαίου εὐδοκῶ.
ὑπέγραψεν ὑπὲρ αὐτῶν Ὀρσενοῦφις Ὥρου τοῦ
[…]διὰ τὸ μὴ εἰδέναι
αὐτοὺς γράμματα.
[v]
ερη…πραξιω…χSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.