Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.244 26. Aug. 43Tebtynis (Arsinoites)

Ordinance of an Association of ἀπολύσιμοι via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 12085. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,ctr] ἔτους τρίτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ἐπαγομένων τρίτηι … ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐλθόντες ἐπὶ τὸ αὐτὸ οἱ ὑπογεγραμμένοι ἄνδρες τῶν ἀπὸ Τεβτύνεως ἀπολυσίμων οὐσίας Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἔδοξαν ἑαυτοῖς κοινῇ γνώμῃ προχειρίσαι τινὰ ἐξ αὐτῶν ἄνδρα ἀγαθώτατον καὶ ἐπιμελητὴν Κρονίωνα Ἡρώδου ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ μηνὸς Σεβαστοῦ τοῦ εἰσιόντος τετάρτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Αὐτοκράτορος, τοῦ αὐτοῦ Κρονίωνος εἰσάγοντος τὰ δημόσια τῶν αὐτῶν ἀπολυσίμων λαογραφίας τε καὶ δαπάνας πάσας τοῦ αὐτοῦ πλήθους. ἐὰν δὲ συνταγὴν δῷ ὁ ἡγούμενος ἐπὶ μὲν κώμης καὶ μὴ παραγένηταί τις ζημιούσθω εἰς τὸ κοινὸν ἀργυρίου δραχμὰς δύο πλὴν ἀνατιλεωση…υ δραχμὴν μίαν , ἐπὶ ξένης δραχμὰς τέσσαρας , ἐπὶ δὲ τῆς μητροπόλεως δραχμὰς ὀκτώ . ἐὰν δέ τις τῶν ὑπογεγραμμένων ἀνδρῶν παραδοθῇ ἕως πρὸς ἀργυρίου δραχμῶν ἑκατὸν ἱκανοδοθήσεται ὑπὸ τοῦ κοινοῦ ἐφʼ ἡμέρας ἑξήκοντα . τὸν δὲ ἀδωσιδικοῦντα καὶ μὴ πληροῦντά τι τῶν δημοσίων λαογραφίας ἢ καὶ δαπανῶν ἐξεῖναι τῷ Κρονίωνι ἐνεχυράζειν αὐτοὺς ἔν τε τῆι πλατείᾳ καὶ ἐν ταῖς οἰκίαις καὶ παραδιδόναι αὐτοὺς ἢ σώματα αὐτῶν· ἐφʼ ὧι δὲ οἱ ὑπογεγραμμένοι ἄνδρες διαγράψουσιν ἐκ τοῦ κοινοῦ εἰς τὴν αὐτὴν οὐσίαν ὑπὲρ αὐτοῦ τοῦ προγεγραμμένου Κρονίωνος τὴν λαογραφίαν τοῦ αὐτοῦ εἰσιόντος τετάρτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος· ἐφʼ ὧι δὲ πίονται κατὰ μῆνα ταῖς τοῦ θεοῦ Σεβαστοῦ ἡμέραις τοῦ αὐτοῦ Κρονίωνος προεκφέροντος πόσιν προπόσεως καὶ πάντας ἐνακούειν τῶι αὐτῷ ἡγουμένῳ. ἐὰν δέ τις κεφαλαιωτὴς τελευτήσῃ ἢ πατὴρ ἢ μήτηρ ἢ γυνὴ ἢ τέκνον ἢ ἀδελφὸς ἢ ἀδελφὴ καὶ μὴ μιανθῇ τις τῶν ὑπογεγραμμένων ἀνδρῶν ζημιούσθω ὁ τοιοῦτος εἰς τὸ κοινὸν ἀργυρίου δραχμὰς τέσσαρας καὶ ἑστιαθήσεται ὁ παθινὸς ὑπὸ τοῦ κοινοῦ ἐφʼ ἡμέραν μίαν , τὸν δὲ ἀδωσιδικοῦντα καὶ μὴ πληροῦντά τι ὁμοίως καὶ τῶν συμβολῶν καὶ δαπανῶν ἐξεῖναι τῷ αὐτῷ ἡγουμένωι ἐνεχυράζειν καὶ παραδιδόναι καθὼς πρόκιται. [r,1] Κρονίων Ἡρώδου ἡγούμενος ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Ὀννόφρις Νεφερῶτος ὡς ἐτῶν μ οὐλὴ ὀφρύι ἀριστερᾷ Ψενκῆβκις Μαρρήους ὡς ἐτῶν λη οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ὑπὲρ ὀφρύν Πανεσνεῦς Ἁρμιύσιος ὡς ἐτῶν λ οὐλὴ ὀφρύι δεξιᾷ Σιγῆρις Πακήβκιος ὡς ἐτῶν κθ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν παρὰ κρόταφον Πακῆβκις Σιγήρεως ὡς ἐτῶν λε οὐλὴ ἀντίχειρι ἀριστερῶι Σεκονῶπις Παποντῶτος τοῦ καὶ Διοδώρου ὡς ἐτῶν λβ οὐλὴ μετώπῳ μέσῳ. Ἀνχιοῦς Ἀνχιοῦτος …ερ…ε… ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῶι Ὀρσεῦς β Πετερμούθιος τοῦ καὶ Κυβερόμνεως ὡς ἐτῶν λγ οὐλὴ ἀντίχειρι ἀριστερῷ Παπνεβτῦνις Παπνεβτύνιος ὡς ἐτῶν λγ οὐλὴ ὑπὲρ μῆλον ἀριστερὸν Κρονίων Λαβήσιος ὡς ἐτῶν λ οὐλὴ ῥινὶ ὑπὸ μεσόφρυν Εὔτυχος Εὐτύχου τοῦ ……… ὡς ἐτῶν λ οὐλὴ ἀντίχειρι δεξιῷ Ὀρσεῦς Πετεσούχου τοῦ Φ[…]……ους ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῷ Πετεσοῦχος Πρώτου τοῦ Ἁρμάιος ὡς ἐτῶν λε οὐλὴ πήχει δεξιῶι. [r,2] Σισώεις Εὐτύχου οἰκοδόμος ὡς ἐτῶν λθ οὐλὴ μετώπῳ μέσωι Λαβῆσις Λαβήσεως ὡς ἐτῶν λε ουλαὶ μετώπωι Ἁρμάεις Ἁρμάειος ὡς ἐτῶν λγ οὐλὴ ἀντίχειρι ἀριστερῷ Κόμων Ἀνχιοῦτος ὡς ἐτῶν λζ οὐλὴ μετώπῳ ἐκ δεξιῶν Ὀρσεῦς Παπνεβτύνεως ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Ἑρμᾶς Ἀνχιοῦτος ὡς ἐτῶν λγ οὐλὴ γόνατι ἀριστερῷ Ὀρσεῦς Ἁρυώτου Νανᾶς ὡς ἐτῶν λδ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Ἁμάεις Μαρρήους ὡς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ Ὧρος Ἁρμιύσιος ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς Παποντῶς Παπνεβτύνεως ὡς ἐτῶν λβ οὐλὴ ποδὶ ἀριστερῷ. [r,ctr] Κρονίων Ἡρώδου ἡγούμενος ἐψήφισμαι καθὼς πρόκιται. Εὔτυχος Εὐτύχου τοῦ καὶ …[…]…πεου ἐψήφισμαι. [v] χειρόγραφον Κρονίωνος τοῦ Ἡρωδίωνος.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.