Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.kron.50 13. Juni 138Tebtynis (Arsinoites)

Divisione di ascendente via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11572. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παῦνι ιθ, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Κρονίων Χεῶτος τοῦ Ἁρμιύσιος μητρὸς Ταορσενούφεως ἀπὸ κώμης Τεβτύνεως ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ χειρὶ δεξιᾷ συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς τε γεγονόσι αὐτῷ ἐκ τῆς μετηλλαχυίας αὐτοῦ γυναικὸς Θεναπύγχεως τῆς Πατύνεως υἱοῖς Ἁρμιύσι καὶ Ἁρφαήσι ἔτι δὲ καὶ τῇ τῶν ἑτέρων αὐτοῦ Κρονίωνος τέκνων Κρονίωνος καὶ Ταορσενούφεως θυγατρὶ Τεφορσάϊτι ἀφήλικι, τοῖς τρισὶ κληρονόμοις, πάνθʼ ὅσα ἂν καταλείψῃ ὁ πατὴρ Κρονίων παντοῖα ὑπάρχοντα καὶ ἐπίπλοα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ἄλλα καὶ πάντα τὰ ἐνωφειλομένα αὐτῶι ἢ καὶ ἕτερα καθʼ ὁνδήποτε τρόπον ἑκάστωι ἐξ ἴσου κατὰ τὸ τρίτον μέρος· τοῖς δὲ ἑτέροις αὐτοῦ Κρονίωνος τέκνοις Κρονίωνι καὶ Ταορσενούφι καὶ Τεφορσάϊτι τῷ μὲν Κρονίωνι διατεταχέναι μόνας ἀργυρίου δραχμὰς τεσσεράκοντα διὰ τό, ὡς ὁ πατὴρ Κρονίων προφέρεται, ἐν πολλοῖς ἠδικῆσθαι ὑπʼ αὐτοῦ ἐν τοῖς κατὰ τὸν βίον, ταῖς δὲ δυσὶ θυγατρᾶσι Ταορσενούφι καὶ Τεφορσάϊτι, χωρὶς οὗ προφέρεται κατεσκευακέναι αὐταῖς χρυσοῦ καὶ ἀργύρου κόσμου καὶ ἱματισμοῦ, δοῦναι εἰς θαλλισμοῦ λόγον ἑκάστῃ ἀργυρίου δραχμὰς ε[…], πρὸς τοὺς τρεῖς κληρονόμους Ἁρμιῦσιν καὶ Ἁρφαῆσιν καὶ τὴν θυγατριδῆν Τεφορσάϊν ἀφήλικα οὔσης τῆς τοῦ ὁμολογοῦντος Κρονίωνος κηδείας καὶ περιστολῆς καὶ ἀποδόσεως τῶν προκειμένων ληγάτων καὶ ὧν ἐὰν ἄλλων φανῆι ὀφείλων ἰδιωτικῶν χρεῶν καὶ δημοσίων· ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ ὁμολογῶν Κρονίων ἔχειν αὐτὸν τὴν κατὰ τῶν ἑαυτοῦ ἁπάντων ὁλοσχερῆ ἐξουσίαν τοῦ οἰκονομεῖν ὡς ἐὰν αἱρῆι. ὑπογραφεὺς Ὀννῶφρις Θ[…]ξωσεως ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ μετώπωι· μάρτυρες Ἵππαλος Χράτους ὡς ἐτῶν ἑξήκοντα ὀκτὼ οὐλὴ πήχει δεξιῶι, Σωτήριχος Εὐτύχου ὡς ἐτῶν τεσσεράκοντα οὐλαὶ ὀφρύσιν ἀμφοτέραις, Κρονίων Τυράννου ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ ἀντικνημίωι ἀριστερῶι, Ζωΐλος ὁ καὶ Τύραννος Κρονίωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ γόνατι δεξιῶι, Ἀρητίων Ἰσίωνος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ ποδὶ δεξιῶι, Διογένης Ὡρίωνος ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ μετώπωι, οἱ ἓξ μάρτυρες τῷδε τῷ συγχωρήματι. Κρονίων Χεῶτος ὁμολογῶ συγκεχωρηκέναι μετὰ τὴν τελευτήν μου τοῖς τέκνοις μου Ἁρμιύσι καὶ Ἁρφαήσι καὶ τῇ θυγατριδῇ μου Τεφορσάϊτι τοῖς τρισὶ κληρονόμοις κοινῶς ἐξ ἴσου πάνθʼ ὅσα ἂν καταλείψω παντοῖα ὑπάρχοντα καὶ ἐνδομενίαν πᾶσαν καὶ τὰ ἄλλα, τῶι δὲ υἱῶι Κρονίωνι διατεταχέναι ἀδικήσαντι μόνας δραχμὰς τεσσεράκοντα , ταῖς δὲ δυσὶ θυγατρᾶσι Ταορσενούφι καὶ Τεφορσάϊτι ἑκάστῃ τὰς δραχμὰς ε[…] καὶ ἐπὶ ταῖς ἄλλαις διαθήκαις καθὼς πρόκειται· καὶσφραγιῶ γλύμματι Ἴσιδος καὶ Ἁρποχράτου. ἔγραψα ὑπὲρ αὐτοῦ Ὀννῶφρις Θ[…]ξωσεως μὴ εἰδότος τὰ γράμματα. Ἵππαλος Χράτους μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἁρποχράτου. Σωτήριχος Εὐτύχου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Σεραπιαδος. Κρονίων Τυράννου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἀθηνᾶ. Ζωΐλος ὁ καὶ Τύραννος Κρονίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἑρμοῦ Ἀρητίων Ἰσίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Σεραπάμμωνος. Διογένης Ὡρίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἴσιδος καὶ Σεράπιδος. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ιθ. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.