no image
DDbDP-text
Liegenschaftskauf via HGV-meta
Linked by Trismegistos ID
TM 15795.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων
ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Γερμανικίου Παχὼν τρίτηι διʼ ἐπιτηρητῶν ἀγορανομίας Ἀγήματος τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου. ὁμολογοῦσι Αὐρηλίαι Ἀνογεῖρις ὡς ἐτῶν εἴκοσι μελίχρους καὶ Νεμεσοῦς ὡς ἐτῶν[…]
μελίχρους ἀμφότεραι Νεμεσίωνος μητρὸς Σουήριος ἀπὸ κώμης
Τέκμει μετὰ κυρίων τῶν δοθέντων αὐτῶν κατʼ αἰτήσεις διὰ τοῦ
ἐνάρχου ἐξηγητοῦ τὰς καὶ συνκαταχωριζομένας ἐν τῷ ἀρχείῳ
τῆς μὲν Ἀνογείριος Αὐρηλίου Τυράννου Διοσκουρίδου τοῦ καὶ Παθωτάτου Ἀντινοέως ὡς ἐτῶν ἑξήκοντα ἀσήμου τῆς δὲ Νεμεσοῦτος Τίτου Οὐεττίου Ἡρακλείδου Ἡρακλείδου καὶ ὡς χρηματίζει
ὡς ἐτῶν τριάκοντα δύο πεπρακέναι καὶ παρακεχωρηκέναι Αὐρηλίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ συνδίκῳ βουλευτῇ τῆς Ἡρακλεωτῶν
πόλεως ἀρχαίας καὶ θεοφιλοῦς ὡς ἐτῶν τριάκοντα ἓξ ἀπὸ τῶν
ὑπαρχόντων αὐταῖς περὶ κώμην Περάφθιν ἐκ τοῦ κοινοῦ κλήρου κατοικικῶν ἄρουραν μίαν ἥμισυ ἧς γείτονες καθὼς αὐτοὶ
ὑπηγόρευσαν πάντοθεν ἰδιωτικὴ γῆ καὶ δοῦλον οἰκογενῆ ᾧ
ὄνομα Φαμάις ἐκ μητρὸς[…]οἰκογενοῦς ὡς ἐτῶν δέκα
λευκόχρουν καὶ μηχανὴν ἀλετικὴν ἐξηρτισμένην ἀργαλείοις
πᾶσι σὺν τῷ λίθῳ. τὴν δὲ συμπεφωνημένην τιμὴν καὶ παραχωρητικὸν ἅπαν ὃ ἔστιν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς
δισχιλίας προσομολογοῦσιν αἱ πωλοῦσαι καὶ παραχωροῦσαι Αὐρηλίαι
Ἀνογεῖρις καὶ Νεμεσοῦς ἀπεσχηκέναι παρὰ τοῦ Αὐρηλίου Ἥρωνος τοῦ
καὶ Ἡρακλείου ταύτας ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ παρέξονται
αὐτῷ ταῦτα καθαρὰ ἀπό τε ἄλλων πράσεων ἢ παραχωρήσεων ἢ ἑτέρων
οἰκονομιῶν καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου
ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιοῦσαι πάσῃ βεβαιώσει ἢ ἐνέχεσθαι αὐτὰς παραβάσας τῷ ὡρισμένῳ κατὰ τῶν παρασυνγραφούντων ἐπιτίμῳ καὶ μηδὲν ἧσσον τὰ διομολογημένα κύρια
εἶναι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆθαι ἐπερωτηθεῖσαι
ὡμολόγησαν. ὁ δὲ χρηματισμὸς ἐτελειώθη κινδύνῳ αὐτῶν τῆς πρωτοπραξίας οὔσης τῷ δημοσίῳ μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλαπτομένου. ἡ ὁμολογία κυρία. Αὐρηλία Ἀνογεῖρις Νεμεσίωνος μετὰ κυρίου
τοῦ κατʼ αἴτησιν Αὐρηλίου Τυράννου Διοσκουρίδου τοῦ καὶ Παθωτάτου
Ἀντινοέως πέπρακα τῷ Αὐρηλίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ ἄρουραν μίαν
ἥμισυ καὶ τὸν δοῦλον Φαμάιν καὶ μηχανὴν ἐξηρτισμένην ἀργαλείοις πᾶσι σὺν τῷ
λίθῳ καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ πράσει βεβαιώσω ὡς πρόκειται. Αὐρηλία Νεμεσοῦς Νεμεσίωνος μετὰ κυρίου τοῦ κατʼ αἴτησιν Τίτου Οὐετʼτίου
Ἡρακλείδου Ἡρακλείδου καὶ ὡς χρηματίζει πέπρακα Αὐρηλίῳ Ἥρωνι τῷ καὶ Ἡρακλείῳ συνδίκῳ βουλευτῇ ἄρουραν
μίαν ἥμισυ καὶ τὸν δοῦλον Φαμάιν καὶ μηχανὴν ἐξηρτισμένην ἀργαλείοις πᾶσι σὺν τῷ λίθῳ καὶ
συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας καὶ βεβαιώσω τῇ πράσει ὡς πρόκειται.
Αὐρήλιος Ἥρων ὁ καὶ Ἡράκλειος σύνδικος βουλευτὴς[…]ἠγόρακα τὰ προκείμενα
καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.