no image
DDbDP-text
Fragment of a Loan (?) via HGV-meta
Linked by Trismegistos ID
TM 20302.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιοι[…]καὶ Ταψάις
ἀμφότεροι ἀπὸ κώμης[…]ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ εἰς ἰδίαν καὶ ἀναγκαίαν
ἡμῶν χρείαν[…]
διὰ τῆς χα[…]
καὶ μηδε…[…]
ὅλον απα[…]
λων τῶν […]
ἐὰν δέ τις […]
τοῦ ἀνα[…]κυρία ἡ ὁμολογία ἁπλῆ γραφεῖσα καὶ βεβαία καὶ ἔννομος καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.
ἔτους ιε καὶ γ καὶ α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ
καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμιανοῦ καὶ Κωνσταντίνου τῶν
ἐπιφανεστάτων Καισάρων[…]
Αὐρήλιοι[…]καὶ
Ταψάις […]
ἐσχήκαμεν[…]
φ…[…]
καὶ ἐπερωτηθέντεςὡμολογήσαμεν. ἔγραψεν ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος[…]ἀπὸ[…]
[ctr]
Αὐρηλία Εἱερακείενα Τασηχθισος Καπίτωνος
ἀπὸ Μωθιτῶν πόλεως καταμένουσα ἐν ἐποικίῳ
Πμοῦν Τάμετρα Αὐρηλίῳ Παμοῦρ Ψάιτος
ἀπὸ κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ
χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι
παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου καὶ ἀνανκαίαν
χρείαν ἀργυρίου Σεβαστῶν νομίσματος ἐν
νούμμοις τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας
ἐφʼ ᾧ με παραμεῖναί σοι ἐργασομένην ἀντὶ τῶν
τόκων καὶ ὑπηρετουμένην ὑπὸ σὲ κατὰ τὰ ἑσταμένα ἀντὶ τῶν τόκων ἄχρι ἀποδόσεως τοῦ προκειμένου κεφαλαίου ἢ ὁπόταν θέλῃς ἀποκαταστήσω σοι ἀνυπερθέτως καὶ χωρὶς
εὑρησιλογίας ἀνακομιζομένῳ ταῦτά μου τὰ
γράμματα ἁπλᾶ γραφέντα ἐφʼ ὑπογραφῆς
τοῦπαρενεχθέντος ὑπʼ ἐμοῦ καὶ κάτω ὑπογράφοντος ὑπὲρ ἐμοῦ ὑπογράφεως φίλου, ἅπερ
κύρια ἔστω καὶ βέβαια ὡς ἐν δημοσίῳ
κατακείμενα καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.
ὑπατείας Στατίου Ἀνδρονίκου καὶ Πομπηΐου Πρόβου
τῶν λαμποτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου
πρὸ δ Εἰδῶν Ἰουλίων ὅ ἐστιν Ἐπεὶφ ιη κατʼ Ἕλληνας
Αὐρηλία Εἱερακείενα ἡ προκειμένη Αὐρηλίῳ Παμοῦρ
τῷ προκειμένῳ ἐδανεισάμην παρὰ σοῦ τὰ τοῦ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας συνεπιπαρούσης μοι Σεμνῆς γυναικὸς Σιβιτύλλου ἀπὸ Μωθιτῶν πόλεως καὶ ἐθέμην τὴν ὁμολογίαν αὐτῶν
ἐπὶ τοῖς προκειμένοις ὅροις καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος Πι[…]
ίωνος ἀπὸ Μωθιτῶν πόλεως ὁ καὶ τὸ σῶμα γράψας.
[minf]
Φαῶφι ιη κατὰ Αἰγυπτίους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.