no image
DDbDP-text
Sale of a Courtyard via HGV-meta
Linked by Trismegistos ID
TM 21978.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιος Διογένης Στεφάνου ἀρχιερατεύσας
βουλευτὴς τῆς Ὀξυρυνχιτῶν πόλεως Αὐρηλίῳ
Τιμαγένι τῷ καὶ Ἡρακλείδῃ τῶν ἐξ ἐφηβίας
ἱερονικῶν διὰ τοῦ πατρὸς Ἡρακλείδου τοῦ
καὶ Δημητρίου βουλευτοῦ τῆς αὐτῆς πόλεως
χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ
νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσάν
μοι αὐλὴν ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου
Κρητικοῦ συνηνωμένην πατρικῇ μου
οἰκίᾳ, ἧς γείτονες νότου ἐμου τοῦ Αὐρηλίου
Διογένους, βορρᾶ δημοσία ῥύμη, ἀπηλιώτου
Αὐρηλίας Χαιρομονίδος ἀδελφιδῆς μου,
λιβὸς δημοσία ῥύμη. τὰς δὲ συνπεφωνημένας ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τῆς
αὐτῆς αὐλῆς ἀργυρίου Σεβαστοῦ νομίσματος
δραχμὰς διακοσίας αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ τοῦ πατρός σου διὰ χειρὸς ἐκ πλήρους.
διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν
σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῆς προκειμένης αὐλῆς ὡς
πρόκειται, καὶ χρᾶσθαι καὶ οἰκονομεῖν
περὶ αὐτῆς ὡς ἐὰν αἱρῇ, ἥνπερ καὶ παρέξομαι σοι βεβαίαν διὰ παντὸς ἀπὸ πάντων
πάσῃ βεβαιώσει, καὶ καθαρὰν ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς γῆς καὶ οὐσιακῆς καὶ ἀπὸ παντὸς εἴδους καὶ ἀπὸ πάσης ὀφειλῆς
παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν
ἄλλου. κυρία ἡ πρᾶσις δισσὴ γραφεῖσα
ὑπʼ ἐμοῦ Αὐρηλίου Διογένους, ἥνπερ
ὁπηνίκα ἐὰν αἱρῇ ποιήσομαί σοι διὰ δημοσίου μηδὲν ἕτερον λαμβάνων παρὰ
σοῦ, τῶν τῆς καταγραφῆς τελῶν καὶ
γραμματικῶν ὄντων πρὸς ἐμέ. περὶ
δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γενέσθαι
ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.
ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου
Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Φαῶφι κϛ. Αὐρήλιος Διογένης
Στεφάνου πέπρακα Αὐρηλίῳ Τιμαγένι
τῷ καὶ Ἡρακλείδῃ διὰ τοῦ πατρὸς Ἡρακλίδου
τὴν προκειμένην αὐλήν, καὶ ἀπέσχον
τὰς τῆς τιμῆς δραχμὰς διακοσίας
πλήρη, καὶ βεβαιώσω πάσῃ βεβαιώσει,
καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκειται.
[v]
πρᾶσις αὐλῆς Διογένους υἱοῦ Στεφάνου ἐκ βορρᾶ οἰκίας αὐτοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.