no image
DDbDP-text
Cession of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21947.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Σερῆνος ὁ καὶ Σαραπίων Ἀγαθείνου
μητρὸς Ταποσειριάδος ἀπʼ Ὀξυρύγχων πόλεως
Αὐρηλίῳ Πανεσνεῖ Πτόλλιδος μητρὸς Ἀν[…]ς ἀπὸ κώμης Σερύφεως χαίρειν.
ὁμολογῶ παρακεχωρηκέναι ἀπὸ τοῦ νῦν
εἰς τὸν ἀεὶ χρόνον ἀπὸ τοῦ ὑπάρξαντός μοι ἀγοραστικῷ δικαίῳ περὶ τὴν αὐτὴν Σερῦφιν ἐκ τοῦ
[…]ς κλήρου διμοίρου μέρους σιτικῆς
ἀρούρης μιᾶς ἐν θρύοις μεθʼ ὃ ἀπεδόμην υἱοῖς
Αὐρηλίου Σωτίωνος γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως
καὶ[…]…ημι Στεφάνου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως
τρίτον μέρος τὸ λοιπὸν τρίτον μέρος πρότερον
Κατιλλιανοῦ τοῦ καὶ Οὐάρου, ἧς ὅλης γείτονες νότου
[…], βορρᾶ γύης, ἀπηλιώτου ἑτέρων ἰδιωτική,
λιβὸς σοῦ τοῦ παραχωρουμένου, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ παραχωρητικοῦ
τοῦ αὐτοῦ μέρους τρίτου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας αὐτόθι ἀπέσχον
παρὰ σοῦ παραχρῆμα διὰ χειρός, καὶ ἐπάναγκες
παρέξομαί σοι καὶ ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τὸ τῆς ἀρούρης τρίτον βέβαιον
ἀπὸ τοῦ ἐμοῦ ὀνόματος καὶ ἀπὸ παντὸς τοῦ ἐξ ὀνόματός μου ἐπελευσομένου σοι, ἀρκουμένου σου
τῇ εἴς με ἀπὸ τοῦ προτεταγμένου μου προκτήτορος Κατιλλιανοῦ τοῦ καὶ Οὐάρου τοῦ αὐτοῦ ἀρούρης τρίτου βεβαιώσει, ὅπερ καὶ παρέξομαί σοι
ἀπὸ τῶν ὑπὲρ αὐτοῦ τελουμένων δημοσίων
καὶ ἐπιμερισμῶν παντοίων τῶν μέχρι τοῦ
διελθόντος ϛ ἔτους καὶ αὐτοῦ τοῦ διελθόντος ϛ ἔτους διὰ τὸ
τὰ ἀπὸ τοῦ ἐνεστῶτος α ἔτους τούτου πρόσφορα εἶναι
σοῦ τοῦ παραχωρουμένου, πρὸς ὃν καὶ εἶναι
τὰ ἀπὸ τοῦ αὐτοῦ α ἔτους δημόσια παντοῖα. κυρία
ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἣν ὁπηνίκα
ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου, οὐ
προσδεόμενος μεταλήμψεως μου διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ
δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς
καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.
ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου
Κυίντου Δεκίου Τραιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Χοίακ α.
Αὐρήλιος Πανεσνεὺς Πτόλλιδος ἔσχον τὴν καταγραφὴν ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. Αὐρήλιος Θέων ὁ καὶ Ἀσκληπιάδης ἐπικαλούμενος Ζωίλος ἔγραψα ὑπὲρ αὐτοῦ
μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.