no image
DDbDP-text
Afterpachtvertrag über einen Weingarten via HGV-meta
Linked by Trismegistos ID
TM 10208.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Παπέειτι Θιθιόιτος ἀπὸ κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίου Σούλεως Ἡρακλείδου ἀπὸ κώμης Θεαδελφείας. βούλομαι μισθώσασθαι παρὰ σοῦ ὃ καὶ σὺ τυγχάνειςτυγχάνις ἔχειν ἐν μισθώσειμισθώσι Αὐρηλίου Ἀπολλωνίδου γενομένου κοσ μητοῦ εὐθηνιάρχου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξαν δρέων ἀμπελῶνος ἀναδενδραδικοῦ ἀρούρας β 𐅵 νεοφύτου λεγομέ νου ἢαἰ ὅσαι ἐὰν ὧσι ἐπὶ χρόνον ἔτη δύο, παρέχοντός μου σκαφήτρους τρεῖς ἐπὶ καρπωνίᾳ ἡμίσειἡμίσι μέρειμέρι, ἐμοῦ τοῦ Παπέειτος παρέχοντος ἐτησίως κάλαμον ἡμιμύριον καὶ σχοινία δέσμας ε. τὴν δὲ ἀμμηγίανἀμμηγείαν ἢ καὶ κοπρηγίανκοπρηγείαν ποιήσομεν ἀμφότεροι· τῆς δὲ ἐπισκευῆς μηχανικῶν πρὸς ἐμὲ τὸν μισθούμενον, τῆς δὲ ἐκ καινῆςκενῆς πρὸς ἐμὲ τὸν Παπέειν· καὶ καταθήσομαι εἰς τὴν τροφίμην γῆν ἐτησίως ἀπώρυγες ν, ἐμοῦ τοῦ Σούλεως τρέφοντος τὰ βού δια πρὸς τὸν χρόνον τοῦ ἀντλισμοῦ· παρέξομαι δὲ τῇ τρύγῃ δέλφακα ἄξιον δραχμῶν κ, καὶ μετὰ τὸν χρόνον παραδώσω ὡς παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκρατόρων Καισάρων Γαΐου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐιβίου Ἀφεινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Ἐπὶφ ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.