no image
DDbDP-text
Déclaration collective de terres non inondées et irriguées via HGV-meta
Linked by Trismegistos ID
TM 10221.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
Ἰσιδώρῳ κωμογραμματεῖ κώμης Λαγίδος
παρὰ τῶν ὑπογεγραμμένων ἀνδρῶν δημοσίων καὶ οὐσιακῶν
γεωργῶν τῆς αὐτῆς κώμης. κατὰ τὰ κελευσθέντα
ὑπὸ τοῦ λαμπρωτάτου ἡγεμόνος Ἀννίου Συριακοῦ
ἀπογραφόμεθα τὰς ἠβροχηκυίας καὶ ἐπηντλημένας
ἀρούρας περὶ τὴν κώμην Λαγίδα τῷ ἐνεστῶτι δ ἔτει
Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, ἀβρόχου
βασιλικῆς ἐν ὑπολόγῳ γῆς ἀρούρας διακοσίας δύο ἥμισυ τέταρτον ὄγδοον, ἐπηντλημένης βασιλικῆς γῆς ἀρούρας ἑκατὸν
εἴκοσι δύο τέταρτον ὄγδοον τετραεξηκοστόν,
Παλλαντιανῆς οὐσίας πρότερον Ἔρωτος καὶ Χάρμου ἀβρόχου
ἀρούρας δέκα ἥμισυ ὄγδοον δυοτριακοστόν
ἐπηντλημένης ὁμοίως ἀρούρας τεσσεράκοντα ὄγδοον
ἑκκαιδέκατον, Λουριανῆς οὐσίαςἀβρόχου ἄρουρα μία
τέταρτον, ἐπηντλημένης ὁμοίως ἀρούρας ἐννέα
ἥμισυ, Μαικηνατιανῆς οὐσίας ἐπηντλημένης ἀρούρας δεκαοκτὼ
τέταρτον ὄγδοον, Γερμανικιανῆς οὐσίας ἐπηντλημένης ἀρούρας
εἴκοσι πέντε δυοτριακοστὸν τετραεξηκοστόν,
τὰς ἐπὶ τὸ αὐτὸ ἀβρόχου ἀρούρας σιδ 𐅸 λβ, ἐπηντλημένης
ἀρούρας σιε 𐅵. διὸ ἐπιδίδομεν. ἐσμὲν δέ·
Ἑρμῆς Διονυσίου ὡς ἐτῶν κ οὐλὴ πήχει ἀριστερῷ
Πτολλᾶς Πάτρωνος ὡς ἐτῶν κ οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς
Ἡρώδης Σαμβᾶ ὡς ἐτῶν ν οὐλὴ …[…]…
Δημήτριος Σαβείνου ὡς ἐτῶν λ οὐλὴ …[…] ἀριστερ
Μύσθης Χαιρήμονος ὡς ἐτῶν λε οὐλὴ πήχει ἀριστερῷ
Ὀρσεῦς Ἥρωνος ἀπάτορος ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίῳ ἀριστερῷ
Πάτρων Σουχᾶ ὡς ἐτῶν κ οὐλὴ ἀντίχειρι ἀριστερῷ
Ἁρφαῆσις Ἁρφαήσεως ὡς ἐτῶν μ οὐλὴ παρὰ οὖς δεξιόν
Αὐνῆς Ἀβασκάντου ὡς ἐτῶν λϛ οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς
Βελλῆς Ἥρωνος ὡς ἐτῶν κε οὐλὴ ἀντίκνημίῳ ἀριστερῷ
Βῶλος Βώλου ὡς ἐτῶν ν οὐλὴ …
Ἀβοῖκις Ἀκοῦτος ὡς ἐτῶν λ οὐλὴ παρὰ ν…[…]
Ὦσις Τιθοείους ὡς ἐτῶν λε οὐλὴ χ[…]η…
[column 2]
Θεομνᾶς Πανομιέως ὡς ἐτῶν ξ οὐλὴ κεφαλῇ ἐκ δεξιῶν
Πετερεῦς Ἡρακλᾶ διὰ τοῦ υἱοῦ
Ἀφροδισίου ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς
Σαβεῖνος Σαβείνου διὰ Ἡρακλείδου
ἀπάτορος μητρὸς Ταπεθεῦτος ἐτῶν λα οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς
Σουχᾶς Σαραπᾶτος ὡς ἐτῶν ξα οὐλὴ μετώπῳ
Διόδωρος Διοδώρου διὰ τοῦ υἱοῦ
Μελανᾶ ὡς ἐτῶν λ οὐλὴ χειρὶ ἀριστερᾳ
Γέμεινος Ἡρακλείδου ὡς ἐτῶν ν οὐλὴ χειρὶ ἀριστερᾷ
Σύρος Ὀρσέως γράμματα εἰδώς
Ἀφροδίσιος Δείου διὰ Νείλου ἀδελφοῦ γράμματα εἰδώς
Ἥρων Ἀφροδισίου ὁμοίως
Διόσκορος Πτολεμαίου ὁμοίως
Τρύφων Εἰρηναίου ὁμοίως
Ἀφροδίσιος Σαραπίωνος ὡς ἐτῶν κ οὐλὴ ἀντίχειρι ἀριστερῷ
Ἥρων Ἀρίου γράμματα εἰδώς
Δ[…]… Διδᾶ ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ α χειρὸς ἀριστερᾶς
Ἥρων Ἥρωνος γράμματα εἰδώς
Πεκῦσις Χάρμου ὡς ἑτῶν με οὐλὴ καμπῇ πήχεως ἀριστεροῦ
Σαραπίων Χαρίτωνος γράμματα εἰδώς
Ἁρποκρᾶς ἀπάτωρ γράμματα εἰδώς
Ἄλκιμος Νείλου γράμματα εἰδώς
Σύρος Ὀρσέως ἐπιδέδωκα. Ἀφροδίσιος Δείου διὰ Νείλου ἀδελφοῦ
συνεπιδέδωκα. Ἥρων Ἀφροδισίου συνεπιδέδωκα. Διόσκορος
Πτολεμαίου συνεπιδέδωκα. Τρύφων
ἐπιδέδωκα. Ἥρων Ἀρείου
συνεπιδέδωκα. Ἥρων Ἥρωνος
συνεπιδέδωκα. Σαραπίων Χαρίτωνος
συνεπιδέδωκα. Ἁρποκρᾶς ἀπάτωρ συνεπιδέδωκα.
Ἄλκιμος Νείλου συνεπιδέδωκα.
ἐγράφη καὶ εἰκονίσθη διὰ γραφείου τῆς κώμης ἔτους δ Ἀντωνίνου καὶ Οὐήρου
τῶν κυρίων Σεβαστῶν Μεχεὶρ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.