no image
DDbDP-text
Affitto di Tolemeo e altri via HGV-meta
Linked by Trismegistos ID
TM 12375.
Each record below describes this same artifact or text from a different angle.
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διὰ
ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος
παρὰ Πτολεμαίου Θεογίτωνος τοῦ Θεογίτωνος ἀπὸ ἀμφόδου Ταμείων καὶ τοῦ υἱοῦ Ἁρποκρατίωνος καὶ Σαβείνου Πάτρωνος τοῦ Ἀπίωνος καὶ Ἰσιδώρου Ἀρέου τοῦ Πτολεμαίου, τῶν δύο ἀπὸ ἀμφόδου Θαραπείας, τῶν τεσσάρων . βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα
ἀπὸ τοῦ εἰσιόντος ἕκτου ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν
κυρίων Σεβαστῶν τὸ ὑπάρχον σοι μέρος ἀρουρῶν
ἐξ ἴσου ἥμισυ ἃς ἔχεις περὶ κώμην Κερκῆσιν κλήρου ἀρουρῶν ἑπτά , περὶ δὲ κώμην Κερκεσῆφιν κλήρου ἀρούρας δέκα πέντε , πάντων, ἢ ὅσων ἐὰν ὦσι· τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος ἀρούρας μὲν
τρεῖς ἥμισυ εἰς σπορὰν ὧν ἐὰν αἱρώμεθα πλὴν πυροῦ,
τὰς δὲ λοιπὰς εἰς σπορὰν χόρτου καταβρώματος βοῶν,
φόρου ἐπὶ τὴν διετίαν κατʼ ἔτος ἀσπερμεὶ τῶν
μὲν περὶ Κερκῆσιν ἀργυρίου δραχμῶν ἑκατὸν
τεσσαράκοντα , τῶν δὲ περὶ Κερκεσῆφιν ἀργυρίου
δραχμῶν ἑκατὸν πεντήκοντα · τὸ δὲ δεύτερον
καὶ τέταρτον ἔτος εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν
διετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεα σπερμάτων
τῶν μὲν περὶ Κερκῆσιν πυροῦ ἀρτάβαις τρισὶ ἥμισυ ,
τοῦ παντὸς πυροῦ ἀρταβῶν πεντήκοντα δύο ἡμίσους , τῶν δὲ περὶ Κερκεσῆφιν πυροῦ ἀρτάβαις ἑπτὰ ἥμισυ , τοῦ παντὸς πυροῦ ἀρταβῶν ἐνενήκοντα μιᾶς , μέτρῳ τετραχοινίκῳ ἰδίῳ σου,
καὶ θαλλοῦ κατʼ ἔτος τυρῶν β, οἰῶν τεσσαράκοντα ,
πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, ἄγοντες τὰ
κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ
ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος
τῶν σῶν, τὸν δὲ φόρον μηνὶ Φαρμοῦθι, πρὸς ἡμᾶς
ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ,
τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρός σε· καὶ μετὰ
τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς
ἀπὸ ἀγρώστεως δείσης πάσης. ἐὰν φαίνηται μισθῶσαι.
Πτολεμαῖος ὡς ἐτῶν μζ, οὐλὴ ἀντικνημίῳ ἀριστερῷ
Ἁρποκρατίων ὡς ἐτῶν κβ, οὐλὴ γόνατι ἀριστερῷ
Σαβεῖνος ὡς ἐτῶν κη, οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς ἀριστερᾶς
Ἰσίδωρος ὡς ἐτῶν κγ, οὐλὴ ἀντικνημίῳ ἀριστερῷ.
ἔτους ϛ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων
Σεβαστῶν, Μεσορὴ κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.