no image
DDbDP-text
Bodenpachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 14430.
Each record below describes this same artifact or text from a different angle.
[r]
μηνὸς Σεβαστοῦ ιθ ὀφείλει ὀβολοὺς ε.
ἔτους πέμπτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ἐννεακαιδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Ἡράκλεια Χάρητος ὡς ἐτῶν
εἴκοσι δύο οὐλὴ μήλωι ἀριστερῶι μετὰ κυρίου τοῦ
ἑαυτῆς ἀνδρὸς Ἀπολλωνίου Ἰσιδώρου ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ ὀφρύι ἀριστερᾷ Αὐνῇ Ἁρθώτου
Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ὑπὸ
ὀφρύι ἀριστερᾷ τὸν ὑπάρχοντα αὐτῇ περὶ Θεαδέλφειαν κλῆρον κατοικικὸν ἀρουρῶν ἓξ ἢ ὅσαι ἐὰν
ὦσι ἐν μιᾷ σφραγῖδι. ἡ μίσθωσις ἥδε· εἰς ἔτη τέσσαρα
ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐκφορίου
τὸ μὲν πρῶτον ἔτος ἑκάστης ἀρούρης, σὺν ᾗ λήμψεται
ὁ μεμισθωμένος πυροῦ ἀρτάβης μιᾶς , πυροῦ ἀρταβῶν
πέντε , ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τρία κατʼ ἔτος ἑκάστης
ἀρούρης, σὺν αἷς λήμψεται ὁ μεμισθωμένος σπερμάτων πυροῦ ἀρτάβης μιᾶς , πυροῦ ἀρταβῶν ἕξ , καὶ
θαλλῶν κατʼ ἔτος ἄρτων ἀρτάβης μιᾶς , πάντων δὲ
τῶν ἐκφορίων κατʼ ἕτος μέτρωι δρόμωι τετραχοινίκωι θησαυροῦ Εἰσίου ἀνυπολόγων παντὸς
ὑπολόγου καὶ ἀκινδύνων παντὸς κινδύνου παντὸς κινδύνου. τὰ δʼ ἔργα
πάντα τοῦ κλήρου τούς τε χωματισμοὺς καὶ ποτισμοὺς
καὶ βοτανισμοὺς καὶ τῶν ἄλλων γεωργικῶν ὑπουργιῶν
πάντα ἐπιτελείτω ὁ μεμισθωμένος κατʼ ἔτος ἐκ τοῦ ἰδίου
καὶ ἀναπαύσεται κατʼ ἔτος τὸ ἥμισυ μέρος τοῦ κλήρου
χόρτωι ἢ ἀράκωι εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων. μὴ ἐξέστω οὖν τῶι μεμισθωμένωι ἐντὸς τοῦ
χρόνου προλιπεῖν τὴν μίσθωσιν μηδὲ μεταμισθοῦν μηδενὶ ἄλλωι, τὰ δὲ κατʼ ἔτος
ἐκφόρια ἀποδότω ὁ μεμισθωμένος τῆι Ἡρακλείᾳ
ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι, καὶ μετὰ τὸν προκίμενον χρόνον
παραδότω ὁ μεμισθωμένος τῇ Ἡρακλείᾳ τὸν κλῆρον
καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης.
ἐὰν δέ τι τούτων παραβῆι ὁ μεμισθωμένος ἀποτεισάτω τά τε
βλάβη καὶ τὰ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον χαλκοῦ ταλάντων ε, τῆς
πράξεως οὔσηςτῇ Ἡρακλείᾳ ἔκ τε τοῦ μεμισθωμένου καὶ βεβαιούτω τὴν μίσθωσιν καὶ ἀπὸ δημοσίων. ἡ συγγραφὴ κυρία.
Ἡράκλεια Χάρητος μετὰ κυρίου τοῦ ἀνδρός μου
Ἀπολλωνίου τοῦ Ἰσιδώρου μεμίσθωκα καθὼς πρόκειται. Ἀπολλώνιος ἔγραψα ὑπὲρ
τῆς γυναικός μου μὴ εἰδυίης γράμματα.
Αὐνῆς Ἁρθώτου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι
παρὰ τῆς Ἡρακλείας τὸν προγεγραμμένον κλῆρον ἀρουρῶν ἓξ ἢ ὅσαι
ἐὰν ὦσι περὶ Θεαδέλφειαν εἰς ἔτη δ ἀπὸ τοῦ ἐνεστῶτος ἔτους
ἐκφορίου τὸ μὲν πρῶτον ἔτος ἑκάστης ἀρούρης σὺν ᾗ λήμψομαι πυροῦ ἀρτάβης μιᾶς πυροῦ ἀρταβῶν πέντε , ἐπὶ δὲ τὰ λοιπὰ
ἔτη τρία κατʼ ἔτος ἑκάστης ἀρούρης σὺν αἷς λήμψομαι
πυροῦ ἀρτάβης μιᾶς πυροῦ ἀρταβῶν ἓξ πάντων μέτρωι
δρόμωι τετραχοινίκωι θησαυροῦ Εἰσίου καὶ θαλλῶν
ἄρτων ἀρτάβης μιᾶς […]
[v]
Αὐνῆς Περσης τῆς ἐπιγονῆς ταλάντων ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.