Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.athen.14 30. Okt. 22Philadelphia (Arsinoites)

Μίσθωσις ἀγροτικοῦ ἀκινήτου via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10123. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐνάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ τρίτηι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Κάστωρ Καλλιστράτου ὡς ἐτῶν πεντήκοντα ἐννέα οὐλὴ ἀγκῶνι ἀριστερῶι Μένωνι Καλλιστράτου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν εἴκοσι ἐννέα οὐλὴ γόνατι δεξιῷ τὸν ὑπάρχοντα αὐτῷ περὶ τὸν κατὰ Φιλαδέλφειαν δρυμὸν κλῆρον κατοικικὸν ἀρουρῶν τεσσάρων ἡμίσους τετάρτου σχοινίῳ τῷ ἐνενηκονταεξαπήχει εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἐκφορίου σὺν αἷς λήμψεται ὁ μεμισθωμένος παρὰ τοῦ Κάστορος κατʼ ἔτος σπερμάτων πυροῦ ἀρτάβαις τέσσαρσι ἡμίσους τετάρτου τοῦ παντὸς τὸ μὲν πρῶτον ἔτος πυροῦ ἀρταβῶν πεντήκοντα τριῶν τὸ δὲ δεύτερον ἔτος πυροῦ ἀρταβῶν τεσσαράκοντα τριῶν τὸ δὲ ἔσχατον ἔτος πυροῦ ἀρταβῶν εἴκοσι πέντε , πάσας δὲ μέτρῳ τετάρτῳ ἐκ πόρων καὶ θαλλοῦ κατʼ ἔτος ἄρτων ἀρτάβης μιᾶς , πάντα δὲ ἀκίνδυνα παντὸς κινδύνου, τὰ δʼ ἔργα πάντα καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργίαν πᾶσαν ἐπιτελείτω ὁ μεμισθωμένος κατὰ προσήκοντα καιρὸν βλάβος μηδὲν ποιῶν καὶ ποτιζέτω τὸν κλῆρον καὶ κατασπειράτω ἐπὶ μὲν τὰ πρῶτα ἔτη δύο κατʼ ἔτος πυρῶι, τῷ δὲ ἐσχάτωι ἔτει χόρτωι εἰς κατάβρωσιν καὶ κοίτην προβάτων ἢ βοϊκῶν κτηνῶν καὶ μὴ ἐξέστω αὐτῷ ἐκλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ τῷ Κάστορι ἑτέροις μεταμισθοῦν μηδὲ αὐτουργεῖν, τά τε ἄλλα καὶ τὰ σημαινόμενα κατʼ ἔτος ἐκφόρια ἀποδότω τῷ Κάστορι ἢ τοῖς παρʼ αὐτοῦ ἀεὶ τῷ Παῦνι μηνὶ ἐν τῇ προγεγραμμένῃ κώμῃ Φιλαδελφείᾳ, ἀποδιδοὺς πυρὸν νέον καθαρὸν ἀπὸ πάντων καὶ ἄδολον μέτρῳ τῷ προκειμένῳ τι…… […]εἰ δὲ μὴ ἀποτεισάτω τῶι Κάστορι παραχρῆμα τιμὴν ἑκάστης ἀρτάβης, ἧς ἐὰν ὀφειλήσῃ ἀπὸ τῶν ἐκφορίων ἀργυρίου δραχμὰς ἑκατὸν ἢ τὴν ἐσομένην ἐν ἀγορᾷ πλείστην τιμήν, καὶ[…]τὰ βλάβη καὶ τὰ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, γινομένης τῆς πράξεως τῷ Κάστορι ἢ τοῖς παρʼ αὐτοῦ ἔκ τε αὐτοῦ τοῦ Μένωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων.ὑπογραφεὺς […]ς βεβαιούτω αὐτῷ ὁ Κάστωρ ως […]δημοσίῳ ἡ συγγραφὴ κυρία ἔστω πανταχῇ ἐπιφερομένη. Μένων Καλιστράτου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι παρὰ Κάστορος Καλλιστράτου τὸν ὑπάρχοντα αὐτῷ περὶ τὸν κατὰ Φιλαδέλφειαν δρυμὸν κλῆρον κατοικικὸν ἀρουρῶν τεσσάρων ἡμίσους τετάρτου σχοινίῳἐνενηκονταεξαπήχει εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἐκφορίου σὺν αἷς λήμψεται κατʼ ἔτος σπερμάτων πυροῦ ἀρτάβαις τέσσαρσιν ἡμίσους τέταρτον τοῦ παντός, τὸ μὲν πρῶτον ἔτος πυροῦ ἀρταβῶν πεντήκοντα τριῶν τὸ δὲ δεύτερον ἔτος πυροῦ ἀρταβῶν τεσσαράκοντα τριῶν τὸ δʼ ἔσχατον ἔτος πυροῦ ἀρταβῶν εἴκοσι πέντε , πάσας δὲ μέτρῳ τετάρτῳ ἐκ πόρων καὶ θαλλοῦ κατʼ ἔτος ἄρτων ἀρτάβης μιᾶς , ἅσπερ ἀποδώσω ἀεὶ ἐν τῷ Παῦνι μηνὶ ἐν Φιλαδελφείᾳ μέτρῳ τῷ προκειμένῳ καθὼς πρόκιται. Κάστωρ Καλλιστράτου μεμίσθωκα καθὼς πρόκειται. ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ γ. ἐντέτακται διὰ τοῦ ἐν Φιλαδελφείᾳ γραφείου.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.