no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9224.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
μηνὸς Γερμανικείου ιβ Παχὼν ιβ ἐν Νείλου πόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωεν Πανεφρόμμις Ὀννόφριος
ὡς ἐτῶν τριάκοντα ὀκτώ, οὐλὴ ἀντικνημίωι δεξιῶι Ὀρσενούφι ὡς ἐτῶν
τριάκοντα ὀκτὼ οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς καὶ Ἰσίωνι ὡς ἐτῶν
εἴκοσι ἑπτὰ οὐλὴ πήχει ἀριστερῶι, τοῖς δυσὶ Πάπου Πέρσαις τῆς ἐπιγονῆς, ἀλλήλων ἐγγύοις εἰςἔκτισιν τὰς ὑπαρχούσας αὐτῶι περὶ τὸ κάτω πεδίον Ψενύρεως κλήρου κατοικικοῦ ἀρούρας δέκα ἢ ὅσων ἐὰν ὦσι, ἡ μίσθωσις ἥδʼ ἦι
ἐφʼ ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος τετάρτου ἔτους Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἑκάστης ἀρούρας, σὺν ᾗ λήμψονται οἱ μεμισθωμένοι κατʼ ἄρουραν σπερμάτων πυροῦ ἀρτάβην μίαν , πυροῦ ἀρταβῶν ἑπτὰ τετάρτου, τοῦ παντὸς
πυροῦ ἀρταβῶν ἑβδομήκοντα δύο ἡμίσους μέτρωι τετάρτωι θεοῦ τῆς
κώμης κατὰ τὴν […]τετάρτην, καὶ ἄξουσι οἱ μεμισθωμένοι κατʼ ἔτος ἐκ τοῦ
ἰδίου […] τὰ τοῦ κλήρου γεωργικὰ ἔργα πάντα τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ σιφωνολογίας καὶ τὴν ἄλλην γεωργικὴν ὑπηρεσίαν πᾶσαν ἐν τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν,
τὰ δὲ ἐκφόρια ἐπιτελείτωσαν οἱ μεμισθωμένοι κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐν τῇ προγεγραμμένῃ κώμηι, τῶν δημοσίων πάντων
τοῦ κλήρου τῶν τε σιτικῶν καὶ ἀργυρικῶν ὄντων πρὸς τὸν μεμισθωκότα Πανεφρόμμιν καὶ μετὰ τὸν χρόνον παραδώτοσαν οἱ μεμισθωμένοι τὸν κλῆρον ὡς αὐτοὶ παρείληφαν, τῆς πράξεως οὔσης
τῶι Πανεφρόμμι ἐκ τε τῶν μεμισθωμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν μεμισθωμένων οὐκ εἰδότων γράμματα Μυσθᾶς Νείλου ὡς ἐτῶν
τριάκοντα … οὐλὴ ὑπὸ ἀντικνημεῖον δεξιόν, τοῦ δὲ ἄλλου ἴδια
γράμματα. ἡσυγγραφὴ κυρία ἔστω πανταχῇ ἐπιφέρουσα καὶ
πα[…]…[…]…σ[…]γει ἡι συγγραφὴι κυρία ἔστω πανταχῇ ἐπιφέρουσα
Ὀρσενοῦφις καὶ Ἰσίων οἱ β Πάπου μεμισθώμεθα τὰς προκειμένας ἀρούρας δέκα ἐφʼ ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος τετάρτου ἔτους
ἐκφορίου τὴν ἄρουραν καθʼ ἔτος ἑκάστην σὺν ᾗ λημψόμεθα
σπερμάτων κατʼ ἄρουραν πυροῦ ἀρτάβῃ μιᾷ τοῦ παντὸς πυροῦ ἀρταβῶν ἑβδομήκοντα δύο ἡμίσους καὶ θαλλῶν κατʼ ἔτος ἄρτων ἡμιαρταβείου καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὸν κλῆρον ὡς καὶ ἐκ
μέρους παρειλήφαμεν καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν
Μυσθᾶς Νείλου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Πανεφρέμις
Ὀννόφρεως μεμίσθωκα ἐπὶ πᾶσι τοῖς προκιμένοις καθὼς πρόκειται.
ἐντέτακται διʼ ἐν Νείλου πόλει γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.