Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.1.113_4

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 41021. Each record below describes this same artifact or text from a different angle.

  • keiner HGV-meta Arsinoiton Polis8. Juni 595

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] † ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χρίστου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου ἔτους ιγ Παῦνι ιδ τέλει τρεισκαιδεκάτης ἰνδικτίονος ἐν Ἀρσινόῃ Αὐρήλιοι Ἰώαννης ὁ καὶ Φθαρουαουμαι υἱὸς Πάμουν καὶ Κάστους υἱὸς Φιλοξένου γεωργοὶ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Μοήρεως τῷ θαυμασιωτάτῳ Φοιβάμμωνι δημοσίῳ ταβουλαρίῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως υἱῷ τοῦ μακαρίου Μηνᾶ χαίρειν ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης μεμισθῶσθαι παρὰ σοῦ ἅσπερ ἔχεις ἐπὶ πάκτῳ παρὰ τοῦ θεοφιλεστάτου Λεοντίου πρωτοπρεσβυτέρου τοῦ σου πενθέρου ἐν πεδίῳ Σούλεως πρωαστίων τῆς πόλεως ἀρούρας τριάκοντα λ πλέον ἔλαττον ἀρούραι λ πλέον ἔλαττον, μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐπὶ χρόνον ὅσονβούλει ἀπὸ καρπῶν τῆς εἰσιούσης πεντεκαιδεκάτης ἰνδικτίονος καὶ ἐκ τῶν περιγιγνομένων ἐξ αὐτῶν καρπῶν ἐνιαυσίως ἀπὸ μὲν τῶν ὀσπρέων διαφέρειν σοι τῷ Φοιβάμμωνι μέρη τρία καὶ ἡμῖν μέρος ἓν ἀπὸ δὲ τοῦ χόρτου ἔχειν σε μέρη πέντε καὶ ἡμῖν μέρος ἓν καὶ ἐπάναγκες ἐπιτελέσομεν τὰ πρὸς τὴν καλλιεργίαν τῶν αὐτῶν ἀρουρῶν ἔργα πάντα ἀκαταγνώστως καὶ ἀκαταφρονήτως ποιεῖσθαι δὲ ἡμᾶς καὶ τὴν δέσιν τοῦ χόρτου· τῆς δὲ κοπῆς τοῦ αὐτοῦ χόρτου καὶ παντοίων τετραπόδων καὶ προχρείας σπερμάτων ὁρώντων πρὸς σὲ ὑφεξαιρουμένων μέντοι τῶν σπερμάτων καὶ σμηγμάτων καὶ κοιτασμοῦ προβάτων ἐν καιρῷ σπορᾶς σὺν μισθῷ ἁλοεισμοῦ ἀπὸ κοινότητος ἐπαφεῖναι δὲ ἡμᾶς εἰς τὸ χλωρὸν αἴγας τρεῖς καὶ παράσχομέν σοι τύρους εὐαρέστους ἑκατὸν πεντήκοντα καὶ ἐρίφια εὐάρεστα δύο καὶ τὴν ὑπηρεσίαν τοῦ γάλακτος, τοῦτʼ ἔστιν σταμνὶν ἓν μετὰ τυρίων ἀνὰ λ…[…] ψωμίου αιρεκτο γάλακτος ἑνὸς ἀπὸ τῆς ἑορτῆς τοῦ Τῦβι μηνὸς ἕως τετρτης τοῦ Φαρμοῦθι μηνὸς ἀκοιλάντως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. † Αὐρήλιοι Ἰωάννης υἱὸς Παμοῦν καὶ Κάστους υἱὸς Φιλοξένου γεωργοὶ οἱ προκίμενοι μεμισθώμεθα τὰς προγεγραμμένας ἀρούρας καὶποιήσομεν τὰς ἐργασίας ὡς πρόκειται. Αὐρηλιος Ἠλίας Παύλου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων † † δι εμυ σανσνευ εσεμιοτε … διʼ ἐμοῦ σανσνέως … [v] † μίσθωσις ἀρουρῶν λ πλέον ἔλαττον ἐν πεδιῳ Σούλεως ὑπὸ Αὐρηλίων Ἰωάννου καὶ Κάστου δίῳ Σούλεως ὑπὸ Αὐρηλίων Ἰωάννου καὶ Κάστου γεωργῶν εἰς τὸνθαυμασιώτατον Φοιβάμμονα δημόσιονταβουλάριον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.