no image
DDbDP-text
Lease of Public Estates via HGV-meta
Linked by Trismegistos ID
TM 15162.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ
μηνὸς Ὑπερβεραιτείου δ, Μεσορωὴ ἐπαγομένων δ, ἐν Ταλεὶ τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν
Ὧρος πρεσβύτερος Ἀπολλωνίου Πέρσης τῆς
ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ γόνατι δεξιῷ
Πτολεμαίωι Ἀπίωνος ὡς ἐτῶν κϛ οὐλὴ μετώπωι μέσωι
ἀφʼ ὧν καὶ αὐτὸς ὁ Ὧρος γεωργεῖ περὶ Θεωγωνίδαν δημοσίων ἐδαφῶν γῆς ἀρούρας πέντε ἐν μιᾷ σφραγῖδι ἐν τῶι Μελελεῦτος λεγομένῳ σχοινίωι ἐνενηκονταεξαπήχει εἰς χόρτου σπορὰν σύμφυτα καὶ
κοπὴν καὶ ξηρασίαν εἰς τὸ εἰσιὸν ἓν καὶ εἰκοστὸν ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ,
τοῦ Πτολεμαίου χορηγοῦντος ἑαυτῶι
σπέρματα, τοῦ δὲ μεμισθωκότος τοὺς
ποτισμοὺς καὶ χωματισμοὺς καὶ τὴν ἐπιμέλειαν τῶν χλωρῶν ποιουμένου, ὑπὲρ
ὧν καὶ ἀπέσχηκεν ὁ Ὧρος τὴν τιμὴν
παραχρῆμα ἐκ προδόματος διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιοῖ ὁ Ὧρος τὴν
μίσθωσιν ἀπὸ δημοσίων καὶ ἰδιωτικῶν καὶ παντὸς εἴδους. ὑπογραφεὺς τοῦ μεμισθωκότος Ὀρσεοῦς Παποντῶτος ὡς ἐτῶν κβ οὐλὴ ἀντικνημίῳ δεξιῶι.
Ὧρος πρεσβύτερος Ἀπολλωνίου Πέρσης
τῆς ἐπιγονῆς ὁμολογῶ μεμισθωκέναι
Πτολεμαίῳ Ἀπίωνος ἀφʼ ὧν γεωργῶ περὶ
Θεογονίδα δημοσίων ἐδαφῶν γῆς
ἀρούρας πέντε ἐν μιᾷ σφραγῖδι ἐν τῷ
Μελελεῦτος λεγομένῳ σχοινίωι
ἐνενηκονταεξαπήχει εἰς χόρτου σπορὰν σύμφυτα καὶ κοπὴν
ξηρασίας εἰς τὸ εἰσιὸν ἓν καὶ εἰκοστὸν ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ
καὶ ἀπέχω τὴν τιμὴν ἐκ προδόματος
διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιῶ πάσῃ βεβαιώσει ἀπὸ δημοσίων καθὼς πρόκιται.
ἔγραψα ὑπὲρ αὐτοῦ Ὀρσεῦς Παποντῶτος
διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα
Πτολεμαῖος Ἀπίωνος γέγονε εἴς με ἡ μίσθωσις
καθὼς πρόκιται. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ
Μεσωρὴ ἐπαγομένων δ. ἀναγέγραπται διὰ Ἑρμία πρὸς τῷ γραφείῳ
Ταλεὶ καὶ ἄλλων κωμῶν.
Ὧρος ὡς ἐτῶν λε οὐλὴ γόνατι δεξιῶι
ὑπογραφεὺς Ὀρσεοῦς ὡς ἐτῶν κβ οὐλὴ ἀντικνημίῳ δεξιῶι.
[v]
μίσθωσις ἀρουρῶν ε Πτολεμαίου Ἀπίωνος
πρὸς ὯρονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.