Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mert.1.10 28. Juli 21Philadelphia (Arsinoites)

Lease of Land via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11901. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου τετράδι Μεσορὴι τετράδι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πασίων Πετάλου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ ἀντίχειρι ἀριστερῶι Ἁρμιύσει Ὥρου Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς τὸν ὑπάρχοντα αὐτῶι περὶ τὴν προγεγραμμένην κώμην κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ἦι ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου ἐπὶ μὲν τὰ πρῶτα ἔτη δύο κατʼ ἔτος σὺν αἷς λήμψεται ὁ μεμισθωμένος σπερμάτων κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα τὸ δὲ τρίτον ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρτου εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρταβῶν ἐννέα πάντα δὲ μέτρωι τετάρτωι ἐμπόρων ἀνυπολόγων παντὸς ὑπολόγου. μὴ ἐξέστω οὖν τῶι μεμισθωμένῳ πρὸ τοῦ χρόνου ἐγλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ καὶ τὰ κατʼ ἔτος ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς χωματισμοὺς καὶ ποτισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ἐπιμέλειαν πᾶσαν ἐπιτελείτω ἐκ τοῦ ἰδίου καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδιδότω τῶι Πασίωνι ἀεὶ ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ καὶ ἄδολα, καὶ μετὰ τὸν χρόνον παραδότω τὸ ἔδαφος καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης καὶ ἀναπεπαυμένον καθὼς πρόκειται· ἐὰν δέ τις κοπρισμὸς γείνηται δώσει ἕκαστος κατὰ τὸ ἥμισυ , τῆς πράξεως οὔσης τῶι Πασίωνι ἔκ τε τοῦ Ἁρμιύσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. βεβαιούτω δʼ αὐτῶι καὶ αὐτὸς ὁ Πασίων τὴν μίσθωσιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀπὸ δημοσίων. ὑπογραφεὺς Ἡρακλᾶς Φαήσιος ὡς ἐτῶν εἴκοσι ἑνὸς οὐλὴ πήχει δεξιῶι. Πασίων Πετάλου μεμίσθωκα τὸν κλῆρον ἐπὶ πᾶσι πάντων τῶν προγεγραμμένων καὶ βεβαιώσω. Ἁρμιῦσις Ὥρου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὸν περὶ Φιλαδελφῆαν τοῦ Πασίωνος κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ᾖ ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτη τρία ἀπὸ τοῦ ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου τὰ μὲν πρῶτα ἔτη δύο κατʼ ἔτος σὺν σπέρμασι κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα τὸ δὲ ἔσχατον ἔτος εἰς σπορὰν χόρτου εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρταβῶν ἐννέα πάντα δὲ μέτρῳ τετάρτῳ ἐμπόρων, καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλᾶς Παήσιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ δ ἀναγέγραπται διὰ Βακχ.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.