no image
DDbDP-text
Application for Lease via HGV-meta
Linked by Trismegistos ID
TM 11917.
Each record below describes this same artifact or text from a different angle.
Διδυμαρίῳ[…]…ου καὶ τῇ ἀδελφιδῇ Ἑλενοῦτι Κάστορος ἀμφοτέραις μετὰ κυρίου συγγενοῦς Λυσιμάχου τοῦ Ἰσιδώρου τοῦ καὶ Ἡρώδου
παρὰ Τρύφονος τοῦ Ἤλιτος καὶ Ἡρᾶ τῆς Πατύνεως τῶν δύο ἀπὸ κώμης Κερκευσίρεως Πολέμωνος μερίδος, τῆς Ἡρᾶ μετὰ κυρίου τοῦ ἀδελφιδοῦ. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν ἐξ ἀλληλεγγύης τὰς ὑπαρχούσας ὑμῖν κοινῶς περὶ
τὴν προκειμένην κώμην Κερκεύσιριν κλήρου ἀρουρας ἑπτὰ ἥμισυ
τέταρτον ἢ ὅσαι ἐὰν ὦσι, ἐν δυσὶ σφραγῖσι, ὧν πρώτης σφραγῖδος ἀροῦραι
τέσσαρες ἥμισυ τέταρτον , δευτέρας σφραγῖδος ἀροῦραι τρεῖς , πάσας προγεωργουμένας ὑπὸ τοῦ τῆς Ἡρᾶ ἀνδρὸς Πατύνεως τοῦ Μάρωνος, εἰς ἔτη
τέσσαρα ἀπὸ τοῦ εἰσιόντος πρώτου καὶ εἰκοστοῦ ἔτους Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος τῆς μισθώσεως τὰς μὲν τρεῖς
ἀρούρας καὶ ἥμισυ μέρος τῶν τεσσάρων ἡμίσους τετάρτου ἀρουρῶν
εἰςσπορὰν πυροῦ, τὸ δὲ λοιπὸν ἥμισυ εἰς σπορὰν χόρτου καταβρώματος προβάτων καὶ κοίτης, ὧν ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼἔτος, σὺν αἷς
χορηγεῖταὶμοι σπέρμασι πυροῦ ἀρτάβαις πέντε , τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν[…] καὶ φόρου ἀργυρίου δραχμῶν ὀκτὼ , τὸ δὲ δεύτερον
καὶ τέταρτον τὸ μὲν ἥμισυ μέρος τῶν τεσσάρων ἡμίσους τετάρτου
ἀρουρῶν εἰς σπορὰν πυροῦ, τὸ δὲ λοιπὸν ἥμισυ καὶ τὰς τρεῖς ἀρούρας εἰς σπορὰν
χόρτου καταβρώματος προβάτων καὶ κοιτασμοῦ, ὧν ἐκφορίου ἐπὶ τὴν διετίαν
καθʼ ἕκαστον ἔτος, σὺν αἷς χορηγεῖται μοι σπέρμασι πυροῦ ἀρτάβαις δυσὶ ἡμίσει,
τοῦ παντὸς καθʼ ἕκαστον ἔτος πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων καὶ φόρου
ἀργυρίου δραχμῶν[…]… καὶ …[…]ων, ἐπὶ τὴν τετραετίαν κεφαλαίου[…]πάντων μέτρῳ ἑξαχοινίκῳ Κερκευσίρεως
ἀνυπολόγων καὶ ἀκινδύνων ἄγοντες τὰ τῶν ἀρουρῶν
γεωργικὰ ἔργα πάντα ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες καὶ τὰ
κατʼ ἔτος ἐκφόρια ἀποδώσομεν ἐν μηνὶ Παῦνι ἐφʼ ἅλωι νέα καθαρὰ
ἄδολακεκοσκινευμένα, τῶν μὲν δημοσίων φορέτρων ἐπισπουδασμοῦ ὄντων πρὸς ἡμᾶς Ἡρᾶν καὶ Τρύφονα, τῆς δὲ τῶν ἐκφορίων παραγωγῆς
πρὸς ὑμᾶς Ἑλενοῦν καὶ Διδυμάριον, ἐστὶν δὲ παρʼ ἐμοὶ τῇ Ἡρᾷ ἡ κατʼ ἀρούραν ἀρταβία καὶ ναύβιον τῶν τριῶν ἀρουρῶν καὶ τῆς ὅλης ἐπιβολῆς ἀρ[…]καὶ σπέρματα τῆς τοῦ εἰσιόντος ἔτους κατασπορᾶς τῶν
σιτοφόρωνἀρουρῶν[…]καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς
ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, βεβαιώσεις
δὲ ἡμᾶς πάσῃ βεβαιώσει ἀπὸ πάντων τῶν δημοσίων, ἐὰν φαίνηται μισθῶσαι.[…]
[…]ι
[…]ιωι
ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπείφ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.