no image
DDbDP-text
[… ? lines lost …]
[… 1 line lost …]
φόρου κατ’ ἔτος τῷ μὲν συμβρόχῳ σίτου ἀρταβῶν πέντε ἡμίσεως τετάρτου,
τῷ δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, τοῦ ἡμίσεως μέρους τοῦ προειρημένου φόρου,
ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσομέν σοι τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ἀποκαταστήσομεν τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις ἡμῶν
ζώοις καὶ ἀναλώμασι· παρέξομεν δὲ κατ’ ἔτος λόγῳ συνηθείας ἄρτων ἁπαλῶν
ζεύγη […] καὶ τυροὺς ὀκτὼ καὶ σταχύων δέματα ὀκτὼ καὶ παρασχεῖν τὰ ἁπαλῶν
ἄρτων ζεύγη […]…ος ὑπὲρ τοῦ αὐτοῦ τρίτου σου μέρους ἀρο…
[…] κατ’ ἔτος καὶ φοινίκων ξηρῶν ἀρτάβης ἕκτον· ἡ μίσθωσις
κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἴσακος Φοιβάμμωνος καὶ Ἀνοῦθις ὁ τούτου ἀδελφὸς
ἀμφότεροι γεωργοὶ οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Αὐρήλιος Ἑρμῖνος Βασιλείου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων . Φλάυιος Ἰακκῶβος Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως
μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου †. Φλάυιος Θεόδωρος
[…]…τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου †.
[…]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.