no image
DDbDP-text
[int]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ
θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης
ἐν Ἀλεξανδρείαι μηνὸς Δύστρου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου.
ὁμολογεῖ Μενωνίδης Πέρσης τῶν Φίλωνος ἰδιώτης ἔχειν παρὰ
Ἀριστολόχου τοῦ Στρατίου Θραικὸς τῆς ἐπιγονῆς καὶ Στράτωνος Μακεδόνος τριακονταρούρου κληρούχου τῶν οὔπω ὑφʼ ἡγεμόνα πυρῶν ἀρτάβας ἑκατὸν εἰς τὰ ἐκφόρια τοῦ κλήρου αὐτοῦ
τοῦ ἑνδεκάτου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τοῦ κλήρου τὴν κειμένην παρὰ συγγραφοφύλακι
Θεοκλ[…]…ωνι[…]τῶν Φίλωνος ἰδιώτηι, προσδεξάσθω δὲ Μενωνίδης Ἀριστολόχωι καὶ Στράτωνι τινι τὸν σῖτον τοῦτον εἰς τὰ
ἐκφόρια τοῦ[…]…………, ἐὰν δὲ μὴ προσδέξηται Μεμνωνίδης Ἀριστολόχωι καὶ Στράτωνι τὸν σῖτον τοῦτον
……………… καθʼ ὁντινοῦν τρόπον ἢ βασιλικόν
τι κώλυμα γένηται τοῦ μὴ προσδεχθῆναι Ἀριστολόχωι καὶ Στράτωνι
τὸν σῖτον τοῦτον ὑπὸ Μενωνίδου, ἀποτεισάτω Μενωνίδης Ἀριστολόχωι καὶ Στράτωνι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν
δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀριστολόχωι καὶ Στράτωνι παρὰ Μενωνίδου πράσσουσι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.
η. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν
ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ
[ext]
[… 9 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.