no image
DDbDP-text
Vereinbarung bezüglich Pachtzins via HGV-meta
Linked by Trismegistos ID
TM 2705.
Each record below describes this same artifact or text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ
Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου
[…]τοῦ Ἐμπεδίωνος μηνὸς Ὑπερβερεταίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογοῦσιν Δῶρος Κλεάρχου Πέρσης καὶ Λυσίμαχος[…]ιμαίου Ἀκαρνὰν καὶ Πτολεμαῖος Ἀνδρομάχου οἱ τρεῖς τῆς ἐπιγονῆς Ἀπολλοδότωι Κότυος Μακεδόνι τριακονταρούρωι κληρούχωι τῶν οὔπω ὑφʼ ἡγεμόνα παρέξεσθαι […]
θωνα…[…]… … Καλλίππου κλήρου τὸν ὄντα περὶ κώμην Φαι… ἐφʼ […]
[…]…[…]…ασ[…]νται παρὰ Ἀπολλωνίου κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι[…]
[…] ἐπὶ τῆς ἅλω υέτω, ὅταν …… […]…ος σῖτος εἰσμετρῆται τοῦ δεκάτου ἔτους, πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι· ἐὰν δὲ μὴ παράσχωνται κατὰ τὰ γεγραμμένα ἀποτεισάτωσαν Ἀπολλοδότωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν ἧς ἂν μὴ παράσχωνται χαλκοῦ δραχμὰς δεκαδύο· καὶ ἡ πρᾶξις ἔστω Ἀπολλοδότωι παρὰ Δώρου καὶ Λυσιμάχου καὶ Πτολεμαίου πράσσοντι κατὰ τὸ διαγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν
ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων
κανηφόρου Ἀρσινόης Φιλαδέφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ
Ἐμπεδίωνος μηνὸς Ὑπερβερεταίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ·
ὁμολογοῦσιν Δῶρος Κλεάρχου Πέρσης καὶ Λυσίμαχος[…]ιμαίου Ἀκαρνὰν καὶ
Πτολεμαῖος Ἀνδρομάχου […]οἱ τρεῖς τῆς ἐπιγονῆς Ἀπολλοδότωι Κότυος Μακεδόνι τριακονταρούρωι κληρούχωι τῶν οὔπω ὑφʼ ἡγεμόνα παρέξεσθαι Ἀμμωνίωι Ἀμφιπολίτηι σ ἀρουρῶν τη[…] Ἀπολλοδότωι ……αρ[…] … […]τὸν ὄντα περὶ κώμην …
[…] […]νται παρὰ Ἀπολλωνίου κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι
[…]ἐπὶ τῆς ἅλω ὅταν καὶ ὁ λοιπὸς σῖτος εἰσμετρῆται τοῦ δεκάτου
ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον· ἐὰν δὲ μὴ παράσχωνται κατὰ τὰ
γεγραμμένα ἀποτεισάτωσαν Δῶρος καὶ Λυσίμαχος καὶ Πτολεμαῖος Ἀπολλοδότωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν ἧς ἂν μὴ παράσχωνται χαλκοῦ δραχμὰς δεκαδύο · καὶ ἡ πρᾶξις ἔστω Ἀπολλοδότωι παρὰ
Δώρου καὶ Λυσιμάχου καὶ Πτολεμαίου πράσσοντι κατὰ τὸ διάγραμμα·
ἡ δὲ συγγραφὴ ἥδε κτλ. … οὗ ἂν ἐπιφέρηται· μάρτυρες· ……[…]
[…]…[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.