no image
DDbDP-text
Getreidedarlehn via HGV-meta
Linked by Trismegistos ID
TM 2674.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου
ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ἀρτεμισίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Νεοπτόλεμος Νουμηνίου Πέρσης τῆς ἐπιγονῆς Θεοκλεῖ Κορνιθίωι τῶν Φίλωνος ἰδιώτηι ὀλυρῶν ἀρτάβας πεντήκοντα , ἀποδότω δὲ Θεοκλῆς Νεοπτολέμωι τὸν σῖτον
τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους ὄλυραν καθαρὰν καὶ ἄδολον μέτρωι
χόϊ τῶι Ἀριστολόχου μετρήσει δικαίαι καὶ ἀπενεγκάτω τὰ Νεοπτολέμου ἰδίωι ἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Νεοπτολέμωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν ὀλυρῶν δραχμὰς τέσσαρας καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Θεοκλέους πράσσοντι κατὰ τὸ
διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βε
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου
τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης
Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς[…]…[…]ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Νεοπτόλεμος Νουμηνίου Πέρσης τῆς ἐπιγονῆς Θεοκλεῖ
Κορινθίωι τῶν Φίλωνος ἰδιώτηι ὀλυρῶν ἀρτάβας πεντήκοντα · ἀποδότω δὲ Θεοκλῆς Νεοπτολέμωι τὸν σῖτον
τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους ὄλυραν καθαρὰν καὶ ἄδολον μέτρωι χόϊ τῶι Ἀριστολόχου μετρήσει
δικαίαι καὶ ἀπενεγκάτω εἰς τὰ Νεοπτολέμου ἰδίωι
ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα
ἀποτεισάτω Θεοκλῆς Νεοπτολέμωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν ὀλυρῶν δραχμὰς τέσσαρας
καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Θεοκλέους πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία
ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες·
Μενέδημος Μενάνδρου Θεσσαλὸς τῆς
ἐπιγονῆς τῶν κεκληρουχημένων
τῆς κάτω τοπαρχίας τῆς ὑπὸ Τηλέμαχον
[… ? lines lost …]
[v]
ἔτους η δάνειον πρὸς
Θεοκλῆν λα[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.