no image
DDbDP-text
Verpachtung eines Kleros via HGV-meta
Linked by Trismegistos ID
TM 2667.
Each record below describes this same artifact or text from a different angle.
[int,r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους τρίτου ἐφʼ ἱερέως Σατύρου τοῦ Εὐμένους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ
θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἀρσινόης τῆς Σόλωνος κανηφόρου Ἀρσινόης Φιλαδέλφου Σωστράτης τῆς Ἀντιγένους μηνὸς Ἀρτεμισίου ἐν Τάκονα
τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Πολιάνθης Νικάνδρου Μακεδὼντῆς
ἐπιγονῆς Θέωνι Ἀπολλωνίου Πέρσηι καὶ Μενεδήμωι Ἀμύντου Κυρηναίωι καὶ Σωστράτωι Θεοδότου Χαλκηδονίωι τοῖς τρισὶ τῆς ἐπιγονῆς
τὸν κλῆρον τὸν Λέοντος τοῦ Κάλλιος Κυρηναίου ὀρφανοῦ, ἐφʼ ὧι
μεθέξει αὐτοῖς Πολιάνθης τὸ πέμπτον μέρος τοῦ κλήρου Σώστρατος
δὲ δύο μέρη Θέων δὲ πέμπτον μέρος Μενέδημος δὲ πέμπτον
μέρος, συνεισφέροντες ἀλλήλοις τά τε σπέρματα καὶ τὴν κατεργασίαν τοῦ κλήρου ἑκάτερος κατὰ τὸ ἑαυτοῦ μέρος εἰς ἐνιαυτὸν
ἕνα σπόρον καὶ θερισμὸν ἕνα τὸν σπόρον τοῦ τρίτου ἔτους, ἐκφορίου τακτοῦ ὅλου τοῦ κλήρου ὀλυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσι πέντε καὶ χόρτου λωτίνου ἀρουρῶν τριῶν . τὸ δʼ ἐκφόριον ἀποδότωσαν
Θέων καὶ οἱ προγεγραμμένοι μέτοχοι τὸ καθʼ ἑαυτὸν μέρος Πολιάνθηι ἀκίνδυνον καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν πολεμίων ἐν μηνὶ Αὐδναίωι τοῦ τρίτου ἔτους ὄλυραν καθαρὰν ἀπὸ πάντων
μέτρωι χόϊ δικαίωι καὶ καταστησάτωσαν εἰς Τάκονα
πρὸς Πολιάνθην τοῖς ἰδίοις ἀνηλώμασιν καὶ τὰς τρεῖς ἀρούρας τοῦ χόρτου δότωσαν Πολιάνθηι ἀπὸ μιᾶς κεφαλῆς ὅθεν ἂν
ἐγλέξηται Πολιάνθης καὶ ἐκ τούτων ἀρούρας δρα…αι καὶ
δῆσαι καὶ ἀνακομίσαι εἰς Τακόνα πρὸς Πολιάνθην
τοῖς ἰδίοις ἀνηλώμασιν· ἐὰν δὲ μὴ ἀποδῶσι ἢ μὴ καταστήσωσιν καθʼ ὃ
γέγραπται, ἀποτισάτωσαν Πολιάνθηι τῶν μὲν ὀλυρῶν τῆς
ἀρτάβης ἑκάστης ἀργυρίου δραχμὰς εἴκοσι , τοῦ δὲ χόρτου τῆς
ἀρούρας ἑκάστης ἀργυρίου δραχμὰς τριάκοντα , τῶν δὲ καρπῶν κυριεύετω Πολιάνθης ἕως ἂν τὸ ἐκφόριον κομίσηται· ἐὰν δὲ ἐγπραχθῶσιν περὶ τοῦ κλήρου εἰς τὸ βασιλικὸν
ὑπολογείτωσαν Πολιάνθῃ εἰς τὰ ἐκφόρια. βεβαιούτω δὲ Πολιάνθης
Θέωνι καὶ τοῖς μετόχοις τὸν κλῆρον καὶ τοὺς καρποὺς τὸν
συγγεγραμμένον χρόνον καθότι μεμίσθωκεν αὐτοῖς, ἐὰν δὲ μὴ βεβαιοῖ ἢ ἐγβάλλωνται ἐκ τοῦ κλήρου ἢ ἐκ
τῶν καρπῶν ὑπό τινος οὖν πλὴν βασιλικοῦ κωλύματος,
ἀποτισάτω Πολιάνθης Θέωνι καὶ τοῖς μετόχοις
ἐπίτιμον ἀργυρίου δραχμὰς τετρακισχιλίας . κυρία ἡ συγγραφή. μάρτυρες· Φιλωνάδης Κυρηναῖος δεκανικός, Ἀτίας Θρᾶιξ
ἰδιώτης, οἱ δύο τῶν Φίλωνος, Εὔβιος Χαλκιδεὺς διμοιρίτης, Λεύκιος
Θρᾶιξ λοχαγός, οἱ δύο τῶν Ἐνδίου, Ἀριστόμαχος Πτολεμαίου …
νος, Δημήτριος Δημητρίου Χαλκιδεύς, οἱ δύο τῆς ἐπιγονῆς.
[int,v]
Πολιάνθου Φιλωνάδου Εὐβίου Ἀριστομάχου
Θέωνος
Σωστράτου Ἀττίου Λευκίου Δημητρίου
Μενεδήμου
[ext,v]
ἔτους γ μίσθωσις κλήρου Λέοντος
πρὸς Πολίανθην καὶ
Σώστρατον καὶ τοὺς
μετόχουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.