no image
DDbDP-text
Linked by Trismegistos ID
TM 4550.
Each record below describes this same artifact or text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης Θεῶν Φιλοπατόρων ἔτους τεσσαρεσκαιδεκάτου ἐφʼ ἱερέως Θέωνος τοῦ Ζηνοδότου Ἀλεξάνδρου
καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν
Ἐπιφανῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἀθηνοδώρας τῆς Ἀθηνοδώρου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρτεμιδώρας τῆς Διογένους ἱερείας
Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Ἀπελλαίου[…]
τηι ἐγ κώμηι Τακόνα τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐμίσθωσεν Σῶσος[…]
τῶν Διονωσίου ἰδιώτης Πόλωνι[…]νιακ…ος Κυρηναίωι καὶ Φιλίππωι[…]
μωνος Κρητὶ καὶ Φιλοκράτει Ἀμύντου Κυρηναίωι καὶ Θεοφίλωι[…]
νορος Χαλκιδεῖ τοῖς τέσσαρσιν τῆς ἐπιγονῆς τῆς ἐκ τοῦ ἑαυτοῦ κλήρου γῆς ἀναπεπαυμένης ἐν τῆι μέσηι σφραγῖδι[…]ρ[…]
εἴκοσι δύο ἢ ὅσαι ἂν γένωνται ἐγ γεωμετρίας ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν δύο καὶ ἄλλην ἀγεώργητον γῆν ἀπὸ νότου τοῦ
Χηγι ἀπὸ τοῦ Φρυνίχου πλευρισμοῦ ἐπὶ […] σχοινία δύο καὶ ἀπὸ τοῦ Χηγι ἐπὶ …ογον σχοινία ὀκτὼ ἐκφορίου ἑκάστην
ἄρουραν πυρῶν ἀρτάβης μιᾶς ἐφʼ ὧι δώσει Σῶσος Πόλωνι καὶ τοῖς μετόχοις
ἀπὸ τῆς πάσης γῆς ἄρουραν μίαν οὐ λαβὼν αὐτῆς ἐκφόριον οὐθὲν ἀπὸ μηνὸς Δύστρου τοῦ ἐν τῶι πεντεκαιδεκάτωι ἔτει εἰς ἐνιαυτὸν ἕνα τὸν τοῦ πεντεκαιδεκάτου ἔτους σπόρον ἄνευ σπέρματος ἀκίνδυνον παντὸς κινδύνου πλὴν ἀβρόχου τῆς δὲ γενομένης γῆς ἀβρόχου ἐν τῆι γῆι ταύτηι ὑπόλογος ἔστω Σώσωι τὸ κατὰ λόγον τῆς γῆς εἰς τὰ προγεγραμμένα ἐκφόρια·
βεβαιούτω δὲ Σῶσος Πόλωνι καὶ τοῖς μετόχοις καὶ τοῖς παρʼ αὐτῶν τὴν
μεμισθωμένην αὐτοῖς γῆν καθ…[…]ς ε…[…] …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.