no image
DDbDP-text
Pachtvertrag aus dem 8. Jahr des Philopator 215/4 a. Chr. via HGV-meta
Linked by Trismegistos ID
TM 2791.
Each record below describes this same artifact or text from a different angle.
[int]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης
θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ
θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου
μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυνχίτου. ἐμίσθωσεν εἰς
ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ
ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Εὔπολις
Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάνδρωι Κράτητος
Κυρηναίωι τῆς ἐπιγονῆς καὶ Ὥρωι Π…[…]…ος
Ὀξυρυνχίτηι ἱεροδούλωι τῆς Θοήριος τὸ ἥμισυ τοῦ
ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι αἵ εἰσιν ἄρουραι
εἴκοσι καὶ δύο σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου πυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσι ἓξ · δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα
εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας. ἐὰν
δέ τινα γῆν εὕρῃ πλέω Εὔπολις τῶν εἴκοσι καὶ δύο ἀρουρῶν
ἐκ γεωμετρίας καὶ τούτου μέρους, τασσέσθωσαν Εὐπόλει
[…]…… ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτὼ
σὺν σπέρματι[…]τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα
ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐν μηνὶ Δύστρωι τοῦ
δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν
τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπόλεως μετρήσει δικαίαι καὶ
ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι· ἐὰν
δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν
Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα . ἡ δὲ καλάμη ἔστω Εὐπόλεως· τὸ δὲ ἄχυρον
ἀλοήσας Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ
Εὔπολις τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή
τι βασιλικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ
ἂν ἐπιφέρηται· μάρτυρες.
[…]Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς … Ὑπερβερεταίου ἐν Θώλθει
τοῦ Ὀξυρυνχίτου νομοῦ.
[ext]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης
θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ
Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς
Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου.
ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ
τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς
τὸ δέκατον ἔτος Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Ἀλεξάνδρωι Κράτητος Κυρηναίωι τῆς
ἐπιγονῆς καὶ Ὥρωι […]Ὀξυρυνχίτηι
ἱεροδούλωι τῆς Θοήριος τὸ …… ἥμισυ τοῦ
ἀναπαύματος τοῦ ἐν τῶι αὑτοῦ κλήρωι αἵ εἰσιν ἄρουραι εἴκοσι καὶ δύο σὺν σπέρματι ἀκίνδυνον
ἐκφορίου πυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσι
ἕξ · δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν
πυρῶν ἀρταβην μίαν ἐπὶ τῆς χρείας. ἐὰν[…]ωμ…
[…]εὕρῃ Εὔπολις πλέω τῶν εἴκοσι καὶ δύο ἀρουρῶν του…[…]…ους κατεσπαρμένην, τασσέσθωσαν Εὐπόλει ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν
ἀρτάβας ὀκτὼ σὺν σπέρματι.
τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότωσαν
Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐν μηνὶ Δύστρωι
τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν
γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπολεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς
τὰ Εὐπόλεως ἰδίωι ἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶσιν κατὰ τὰ γεγραμμένα, ἀποτεισάτωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει τιμὴν τῆς ἀρτάβης
ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα . ἡ δὲ καλάμη ἔστω […] Εὐπόλεως· τὸ δὲ ἄχυρον ἀλοήσας
Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει
παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσσοντι κατὰ τὸ
διάγραμμα. κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν
ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν·
ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα
ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυρία
ἔστω οὗ ἐπιφέρηται· μάρτυρες.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.