no image
DDbDP-text
[… ? lines lost …]
[…]…[…]
[…]…[…]
ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτώ · δότω δʼ αὐτοῖς Εὔπολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας·
τὰ δὲ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος
Εὐπόλει ἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ
ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀναλώματι·
ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα ἀποτεισάτωσαν Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς
δέκα · ἡ δὲ καλάμη ἔστω Εὐπόλεως, τὸ δὲ ἄχυρον ἀλοήσας Εὔπολις
ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσσοντι κατὰ τὸ διάγραμμα· κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν ἕως
ἂν τὰ αὑτοῦ κομίσηται· βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι
τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω
Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας ,
ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω
οὗ ἂν ἐπιφέρηται· μάρτυρες·[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.