no image
DDbDP-text
Fragment of a lease via APIS-papyrus
Linked by Trismegistos ID
TM 4205.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους … ἐφʼ ἱερέως […] τοῦ
[…] Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου […]
τῆς […], μηνὸς […], Αἰγυπτίων δὲ […] ἐξέλαβον Σισ[…]ς ὁ τοῦ
[…] καὶ Ἁρμάις […] καὶ Πᾶσις […] καὶ Κελεκ[…]ς[…] παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ
Ἀπολλώνιον τὸν διοικητὴν ἀπὸ τῶν δεδομένων παρὰ τοῦ βασιλέως ἐν τῶι Ἀρσινοίτηι
νομῶι κατὰ Φιλαδέλφειαν Ἀπολλωνίωι τῶι διοικητῆι ἀρουρῶν μυρίων γῆς σπορίμου ἐν τῶι …
περιχώματι τῶι ἀπὸ βορρᾶ πρὸς νότον ἀρούρας ρ εἰς ἐνιαυτόν, ἑκάστην ἄρουραν πρὸς πυρὸν ἀνὰ ἀρτάβας
ζ … ἀκίνδυνον καὶ ἀνυπόλογον παντὸς ὑπολόγου. δοθήσεται δὲ εἰς μὲν τὴν πυροφόρον σπέρμα τῆι ἀρούρηι ἀρτάβης ἥμισυ, εἰς δὲ τὴν κριθοφόρον κατὰ λόγον καὶ εἰς ἀνήλωμα ἑκάστηι
ἀρούρηι κριθῆς ἀρτάβη α καὶ εἰς βοτανισμὸν κριθῆς ἀρτάβης ἥμισυ καὶ εἰς ξυλοκοπίαν, ἐὰν ἐμπίπτηι
κοπὰς, ὅσον ἂν συγκριθῆι ἱκανὸν εἶναι δίδοσθαι εἰς ἑκάστην ἀρουρῶν.
ἀπομετρείτωσαν δὲ Σισ…ς καὶ Ἁρμάις καὶ Πᾶσις καὶ Κελεκ…ς τὸν σῖτον εἰς τὸ ἐκφόριον ἐν τῶι ἐν Φιλαδελφείαι
θησαυρῶι κατὰ τὸ σιτολογικὸν διάγραμμα ἐμ μηνὶ […] τῶι ἐν τῶι … ἔτει, ὡσαύτως δὲ
καὶ ὃν ἂν λαβωσι σῖτον εἰς σπέρμα καὶ βοτανισμὸν καὶ ἀνήλωμα καὶ ὅσον ἂν
ἀργύριον εἰς τὴν κοπάδα δανείσωνται ἢ σῖτον ἀντὶ τοῦ ἀργυρίου, τῶν μὲν πυρῶν
τὴν ἀρτάβην πρὸς χαλκὸν δραχμὴν αδιώβολον, τῆς δὲ κριθῆς κατὰ λόγον. κατασπειράτωσαν δὲ Σισ…ς
καὶ Ἁρμάις καὶ Πᾶσις καὶ Κελε…ς
ἧς ἐξειλήφασι γῆς τὰ μὲν δύο μέρη πυρῶι, τὸ δὲ τρίτον μέρος κριθῆι. ἐὰν δὲ μὴ ποιῶσι
καθὰ συνεγράψα ν το, ἐξέστω Ζήνωνι ἑτέροις ἀπομισθοῦν τὴν γῆν. τὸ δὲ βλάβος, ὃ ἂν
καταβλαψωσι τὴν Ἀπολλωνίου πρόσοδον ἢ πρὸς τὸ ἐκφόριον καὶ τὰ δάνεια, ὃ ἂν προσοφειλησωσι,
ἀποτεισάτωσαν Ζήνωνι παραχρῆμα ἡμιόλιον. ἡ δὲ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι
ὑπὲρ αὐτοῦ πράσσοντι ἔκ τε αὐτῶν καὶ τῶν ἐγγύων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς
πάντων καὶ ἐξ ἑνὸς καὶ ἐκ πάντων ὡς πρὸς βασιλικά. ἔγγυοι τῶν κατὰ τὴν συγγραφὴν
εἰς ἔκτεισιν οἱ συγγεγραμμένοι ἀλλήλων καὶ Ἡδύλος Δίωνος Τύριος τῶν περὶ Ἀπολλώνιον
τὸν διοικητήν.
ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Δᾶμις Κλέωνος, Σώστρατος
Κλέωνος, οἱ δύο Ἑλένειοι, Θεόπομπος Ἀριστίωνος Θεσσαλὸς ἰατρός, Διόδωρος Ζωπύρου
Μάγνης τῶν περὶ Ἀπολλώνιον τὸν διοικητήν, Ἀγαθῖνος Πύρρου Κυρηναῖος τῶν ἐπέργων,
Ἄνοσις Θοτορχῆτος Σαίτης κωμογραμματεὺς ἐν Φιλαδελφείαι.
[…] παρὰ Δάμιδι.
[v]
γε Σισ…[…]ου Ἁρμάιος Πάσιτος
Κελε…[…]τος ἄρουραι ρ ἀνὰ ζ….Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.