Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.frankf.1 14. Jan. - 12. Febr. 213 v.Chr.Tholthis (Oxyrhynchites)

Antichretischer Pachtvertrag aus dem 9. Jahr des Philopator 214/3 a. Chr. via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 2790. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[int] βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐμίσθωσεν Ἀπολλώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶ ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παραδεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κα[…] ἐκφόριον τῆς ἀβρόχου γῆς γενομένης. τὰ δὲ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότω Νεοπτόλεμος Ἀπολλωνίωι ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωιἀναλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τιμὴν τῆς ἀρτάβης ἑκάστηςτῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι παρὰ Νεοπτολέμου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ἐὰν δέ τι πραχθῇ Νεοπτόλεμος ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Ἀπολλωνίου εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολογείτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολλώνιος ἔχειν παρὰ Νεοπτολέμου πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑξήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι· ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωιἀνυπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλήσῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σιτικὸν ἢ χαλκικόν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται· ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρόδομα καὶ ἄν τι ἄλλο προσοφειλήσῃ παραχρῆμα· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολλωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες. [ext] βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Ἀπολλώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶ ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παραδεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κ[…] ἐκφόριον τῆς ἀβρόχου γῆς γενομένης. τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότω Νεοπτόλεμος Ἀπολλωνίωι ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθειν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωι ἀναλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι παρὰ Νεοπτολέμου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ἐὰν δέ τι πραχθῆι Νεοπτόλεμος ὑπὲρ Ἀπολλωνίου ἢ ὑπὲρ τοῦ κλήρου αὐτοῦ εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολογείτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολλώνιος ἔχειν παρὰ Νεοπτολέμου πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑξήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι· ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωι ἀνυπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλήσῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σιτικὸν ἢ χαλκικὸν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται· ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρόδομα καὶ ἐάν τι ἄλλο προσοφειλήσῃ παραχρῆμα· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολλωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.