no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 12297.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[… 3 lines lost …]
εἰς χόρτου καὶ ἀράκου σπορὰν καταβρώματος προβάτων ἄνευ φόρου,
τοῦ Κρονίωνος τοῦ ……νος χορηγοῦντος αὐτοῖς σπερματα, τῶν δὲ μεμισθωμένων τοὺς ποτισμοὺς καὶ χωματισμοὺς καὶ τὴν ἐπιμέλειαν τῶν χλωρῶν ποιουμένων, τοῦ
δὲ δευτέρου ἔτους τῆς μισθώσεως τὰς αὐτὰς ἀρούρας ὀκτὼ
εἰς πυροῦ σποράν, ἐκφορίου τοῦ παντὸς σὺν σπέρμασι αἷς λήμψονται οἱ μεμισθωμένοι πυροῦ ἀρτάβας ὀκτὼ τοῦ παντὸς πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν ἑκατὸν
καὶ θαλλοῦ ἄρτων ἀρτάβης μιᾶς , τῶν δὲ ἄλλων ἀρουρῶν
πέντε ἐκφορίου τοῦ παντὸς καθʼ ἔτος σὺν σπέρμασι αἷς λήμψονται οἱ μεμισθωμένοι πυροῦ ἀρτάβας δύο ἥμισυ τοῦ
παντὸς καθʼ ἔτος πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν τεσσαράκοντα καὶ θαλλοῦ καθʼ ἔτος ἄρτων ἡμιαρταβίου, ἅπαντα δὲ
μέτρωι ἑξαχοινίκῳ θησαυροῦ Σατορνίνου. ἡ μίσθωσις
ἥδε ἀκίνδυνος παντὸς κινδύνου καὶ ἀνυπόλογος παντὸς
ὑπολόγου, τὰ δὲ ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς καθήκοντας
χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ τὰ ἄλλα
γεωργικὰ ἔργα πάντα ἀγαγέτωσαν οἱ μεμισθωμένοι καθʼ ἔτος τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιούμενοι τὰ δὲ σημαινόμενα ἐκφόρια ἀποδότωσαν οἱ μεμισθωμένοι
ἀεὶ ἐν μηνὶ Παῦνι καθεσταμένα ἐν κώμην Θεογονίδα
καὶ μετὰ τὸν χρόνον παραδώσουσι οἱ μεμισθωμένοι τὸν
κλῆρον καθαρὸν ἀπὸ θρύου ἀγρώστεως πάσης δείσης, τὸν δὲ
Αἰγύπτιον κάλαμον ἐξ ἐπικοπῆς καὶ τὰς διώρυγας ἀναβεβλημένας, καὶ μὴ ἐξέστω οὖν τοῖς μεμισθωμένοις ἐντὸς τοῦ
χρόνου ἐκλιπεῖν τὴν μίσθωσιν. βεβαιοῖ Κρονίων τὴν μίσθωσιν ἀπὸ δημοσίων χωρὶς ἄλλων ὧν ὀφείλουσι οἱ μεμισθωμένοι
κατὰ συνγραφὴν δανείων καὶ ἧς ἔχει αὐτοῦ σὺν ἑτέρῳ μίσθωσειν.
ὑπογραφεὺς Ἀφροδίσιος Ἡρώδου ὡς ἐτῶν λε οὐλὴ ὑπʼ ἀντικνήμιον δεξιόν.
Ὧρος Ὥρου καὶ οἱ υἱοὶ μου Ἑρμᾶς καὶ Ὡρος οἱ τρεῖς Πέρσαι
τῆς ἐπιγονῆς ἀλλήλον ἔνγυοι εἰς ἔκτισιν μεμισθώμεθα
τὰς προκιμένας ἀρούρας δεκατρεῖς ἐπὶ τὰ προκίμενα
ἔτη δύο χωρὶς ἄλλων ἢ ὧν ὀφείλομεν τῷ Κρονίωνι κατὰ
συνγραφὴν δανείου καὶ ἧς ἔχει ἡμῶν σὺν ἑτέρῳ μίσθωσιν
καθὼς πρόκειται. ἔγραψε ὑπὲρ αὐτῶν Ἀφροδίσιος Ἡρώδου
διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Κρονίων […]
μεμίσθωκα καὶ βεβαιώσω καθὼς πρόκειται. ἔτους …
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.