no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 12350.
Each record below describes this same artifact or text from a different angle.
ἀντιγραφον[…].
Διοσκόρῳ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείῳ τῷ καὶΖηνείῳ
παρὰ Πρωτᾶ τοῦ Κρονίωνος Πέρσου τῆς ἐπιγονῆς, ἀπὸ[…]
τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἕτη ἕξ ἀπὸ τοῦ εἰσιόντος ἑνδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τὸ ὑπάρχον σοι ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς ΠρωτοῦνΠατύνεως.
πάρχον σοι ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς[…]
ἀρουρῶν τριάκοντα ὀκτὼ ἡμίσους τετάρτου κλήρουΒουβάλου ἐν μιᾷ
σφραγῖδι περὶ κώμην Θεογονίδα τῆς αὐτῆςπρογεγραμμένης Πολέμωνος μερίδος, ἐκφορίου ἐπὶ τὴν ἑξαετίαν κατʼ ἔτος τοῦ προκειμένου
ἡμίσους μέρους σὺν αἷς λήψομαι παρὰσοῦ σπερμάτων πυροῦ ἀρτάβαις ὀκτὼ διμοίρου καὶ κριθῆς ἀρτάβῃ ἄλλῃ μιᾷ τοῦ παντὸς
κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσιμιᾶς ἡμίσους καὶ κριθῆς
ἀρταβῶν δεκατεσσάρων καὶ θαλλοῦ κατʼ ἔτος πυροῦ ἀρτάβης.
ἡμίσους καὶ ἀλέκτορος ἀξίου δραχμῶν τεσσάρων , πάντων δὲ
ἀνυπολόγων καὶ ἀκινδύνων, τὰ δὲ ἐκφόρια μέτρῳ ἑξαχοινίκῳ
θησαυροῦ Θεογονίδος, καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἐγὼ ὁ μισθούμενος
γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων τὰς ἀρούρας κατʼ ἔτος
τὸ μὲν ἥμισυ μέρος πυρῷ, τὸ δὲ λοιπὸν ἥμισυἐπὶ μὲν τὰ πρῶτα ἔτη πέντε οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου, ἐν δὲ τῷ ἐσχάτῳ
ἔτει ἀναπαύσω τὸ αὐτὸ ἥμισυ μέρος χόρτῳ καταβρώματος προβάτων καὶ κοιτασμῷ, καὶ τὰ ἐκφόρια ἀποδώσω σοι κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα,
τῶν δημοσίων φορέτρων ὄντων πρὸς ἐμὲ τὸν Πρωτᾶν,
τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς σὲ τὸν Διόσκορον,
τοῦ δὲ διδομένου ὀνηλακτικοῦ πρὸς ἐμὲ τὸν Πρωτᾶν.
ἔσχον δὲ παρὰ σοῦ ἅμα τῷ ἀναφορίῳ εἰς προχρείας λόγον
ὧν ἐπιτελέσω ἐν τῷ κλήρῳ ἔργων ἀργυρίου δραχμὰς
πεντήκοντα ἃς καὶ ἀποδώσω σοι ἀτοκὶ τῷ ἐσχάτῳ ἔτει τῆς μισθώσεως ἅμα τῇ τῶν ἐκφορίων παραδόσει ἀνυπερθέτως, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ μισθούμενον
ἥμισυ μέρος καθαρὸν ἀπὸ ἀγρώστεως δείσηςπάσης.
βεβαιώσεις δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων καὶ ἀμεταμίσθωτα καὶ ἀναυτούργητα καὶ ἀνυπέρβολον,
ἐὰν φαίνηται μισθῶσαι. Πρωτᾶς Κρονίωνος ἐπιδέδωκα τὸ ἀναφόριον καὶ ἔσχον τὰς δραχμὰς πεντήκοντα καὶ
ἀποδώσω τῷ ἐσχάτῳ ἔτει καθὼς πρόκιται. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Παῦνι τεσσαρεσκαιδεκάτῃ.
Διόσκορος ἔσχον τὸ προκίμενον ἀντίγραφον ἀναφορίου[…] αρπ…[…]η[…]μSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.