Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.kron.34 13. Sept. 135Tebtynis (Arsinoites)

Affitto di terreno via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11556. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀσκληπιάδῃ Ἀσκληπιάδου παρὰ Κρονίωνος τοῦ Κρονίωνος τοῦ Χεῶτος ἀπὸ κώμης Τεβτύνεως, Πέρσης τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη ἑπτὰ ἀπὸ τοῦ εἰσιόντος εἰκοστοῦ ἔτους Τραιανοῦ Ἁδριανοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Κερκῆσιν ἐν τῷ λεγομένῳ[…]γῆς σιτοφόρου ἀρούρας δέκα δύο ἥμισυ καὶ ἐν κταμίοις ἀρούρας δέκα δύο ἥμισυ τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι πέντε ἐν κατοικικῇ τάξει, τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον καὶ ἕβδομον ἔτος τὰς σπειρομένας ἀρούρας δέκα δύο ἥμισυ εἰς σπορὰν χόρτου καὶ καταβρώματος προβάτων καὶ κοιτασμόν, αὐτὰς δὲ καὶ τὰς ἐν κταμίοις ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι πέντε ἐπὶ τὴν τετραετίαν ἄνευ φόρου, ἀντὶ τῆς ὑπὲρ αὐτῶν τῶν εἴκοσι πέντε ἀρουρῶν ἐπὶ τὴν τετραετίαν ἀρταβίας καὶ ναυβίου, ὧν μετρήσω καὶ τελέσω εἰς τὸ δημόσιον ἐγὼ ὁ Κρονίων κατʼ ἔτος τὸ καθῆκον, τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον ἔτος τὰς μὲν σπειρομένας εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος ἀσπερμὶ πυροῦ ἀρτάβας ὀγδοήκοντα μέτρῳ τετραχοινίκῳ θησαυροῦ Τεβτύνεως, φόρου δὲ τοῦ κταμίου ἐπὶ τὴν αὐτὴν τριετίαν κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα , τῶν δὲ θαλλῶν ἐπὶ τὴν ἑπταετίαν κατʼ ἔτος ἀλέκτορας δύο , ἀξίου ἑκάστου δραχμῶν τεσσάρων , πρός σε τὸν Ἀσκληπιάδην οὔσης τῆς τῶν ἀρουρῶν ἐπὶ τὴν τριετίαν ἀρταβίας καὶ ναυβίου καὶ τῶν ἄλλων πάντων γενησομένων δημοσίων, πρός σε τὸν γεοῦχον Ἀσκληπιάδηνφορέτρων ἐπισπουδασμοὺς καὶ εἶναι πρὸς ἐμὲ τὸν Κρονίωνα, τὸ δὲ κτάμιον, εἰς κατανέμησιν ὧν ἐὰν αἱρῶνται θρεμμάτων τὰ δὲ ἐκφόρια καὶ φόρους ἀνυπόλογα καὶ ἀκίνδυνα, καὶ ἐπιτελέσω κατʼ ἔτος τοῦ τε κλήρου καὶ τοῦ κταμίου γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, καὶ τὰ ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι νέα καθαρὰ ἄδολα κατʼ ἔτος, τὸν δὲ φόρον Φαμενώθ· δώσω δέ σοικατʼ ἔτος ἐπὶ τὴν ἑπταετίαν κυμίνου δέκα ἀρτάβης· καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς σπειρομένας ἀπὸ καταβρώματος προβάτων καὶ καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου· βεβαιώσω δέ σοι τὴν μίσθωσιν ἐπὶ τοῖς προκιμένοις. Ἀσκληπιάδης μεμίσθωκα ἀντὶ τῶν προειρημένων ἀρούρας εἴκοσι πέντε ἐπὶ τὰ ἔτη ἑπτά , ἔτη μὲν τέσσαρα ἀντὶ τῶν δημοσίων πάντων, σιτικῶν τε καὶ ἀργυρικῶν, ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τρία τῶν προκειμένων πυροῦ ἀρταβῶν ὀγδοήκοντα καὶ δραχμὰς διακοσίων τεσσαράκοντα καὶ θαλλῶν ἐπὶ ἑπταετίαν ἀλεκτόρων δύο δραχμῶν ὀκτώ , καὶ κυμίνου μέτρον ἕν . ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ ιε.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.